Νίκανδρον τὸν ποιητὴν Διονύσιος ὁ Φασηλίτης ἐν τῷ περὶ τῆς Ἀντιμάχου ποιήσεως Αἰτωλὸν εἶναί φησι τὸ γένος· ἐν δὲ τῷ περὶ ποιητῶν ἱερέα φησὶν αὐτὸν τοῦ Κλαρίου Ἀπόλλωνος ἐκ προγόνων τὴν ἱερωσύνην δεξάμενον. καὶ αὐτὸς δὲ ὑπὲρ αὐτοῦ ἐν τῷ τέλει τῆς βίβλου φησί ( Ther. 958 ) τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη. Κλάρος δὲ τόπος ἐστὶν Ἀπόλλωνος ἱερός. υἱὸν δέ φησιν αὐτὸν Δαμαίου οὕτω λέγων, αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου. χρόνῳ δὲ ἐγένετο κατὰ Ἄτταλον τὸν τελευταῖον ἄρξαντα Περγάμου, ὅς κατελύθη ὑπὸ Ῥωμαίων, ᾧ προσφωνεῖ λέγων οὕτως, Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων, κέκλυθι, μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς, Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηίς Ἱπποδάμει’ ἐφύτευσεν, ὅτ’ Ἀπίδος ἤρατο τιμήν. διέτριψε δὲ ἐν Αἰτωλίᾳ τοὺς πλέονας χρόνους, ὡς φανερὸν ἐκ τῶν περὶ Αἰτωλίας συγγραμμάτων καὶ τῆς ἄλλης ποιήσεως ποταμῶν τε τῶν περὶ Αἰτωλίαν καὶ τόπων τῶν ἐκεῖσέ τε καὶ ἄλλων διαφόρων διηγήσεως, ἔτι δὲ καὶ φυτῶν ἰδιότητος. Ῥεῖά κέ τοι: ὁ νοῦς, ῥᾳδίως σοι τὰ εἴδη καὶ τὰς βλάβας τῶν φονευτικῶν καὶ ὀλεθρίων θηρῶν ἀπροόπτως καὶ ἀθρόως βλαπτούσας τήν τε ἴασιν καὶ θεραπείαν τὴν ἀντιπαθῆ τοῦ πόνου, ὦ τῶν πολλῶν συγγενῶν ἐνδοξότατε καὶ προσφιλέστατε Ἑρμησιάναξ, ἀσφαλῶς καὶ ἀκριβῶς διηγήσομαι. σίνη γὰρ τὰ βλαπτικὰ τύμματα τῶν θηρίων φησί, κατὰ περίφρασιν τῶν θηρίων τὰ εἴδη καὶ τὰς βλάβας. ὀλοφώια δέ, τουτέστι φῶτας ἀναιροῦντα, ἤγουν ἄνδρας ὀλλύντα, οὐχ Ὁμηρικῶς· ὀλοφώια γὰρ ἐκεῖνος τὰ ὀλέθρια εἶπεν ( Od. Δ 460 ) γέρων ὀλοφώια εἰδώς. ἑτεραλκέα δὲ τὴν ἀντιπαθῆ ἀλκὴν λέγει, ὅ ἐστι μηχανὴν ἐναντίαν τῷ τύψαντι, οἷον τὴν θεραπείαν ἐμποιοῦσαν τοῖς τύμμασι τῶν δακέτων, ὥσπερ Ὅμηρος ( Il. Ο 738 ) ἑτεραλκέα δῆμον ἔχοντες. τὸ δὲ κήδευς Ἰωνικὸν ἀντὶ τοῦ κήδεος. τὸ δὲ κῆδος σημαίνει τρία, τὴν ἐξ ἐπιγαμβρείας συγγένειαν καὶ τὴν φροντίδα καὶ τὸ κακόν, ὡς ἐνταῦθα. φίλ’ Ἑρμησιάναξ: ὁ Ἑρμησιάναξ οὗτος φίλος τῷ Φιλητᾷ καὶ γνώριμος ἦν. τούτῳ δὲ τὰ Περσικὰ γέγραπται καὶ τὰ εἰς Λεόντιον τὴν ἐρωμένην. οὐ δύναται δὲ Νίκανδρος μνημονεύειν τούτου διὰ τῆς προσφωνήσεως διὰ τὸ τὸν Φιλητᾶν πρεσβύτερον εἶναι Νικάνδρου. καὶ αὐτὸς δὲ ὁ Νίκανδρος μέμνηται τοῦ Ἑρμησιάνακτος ὡς πρεσβυτέρου ἐν τῷ περὶ τῶν ἐκ Κολοφῶνος ποιητῶν. ἔστιν οὖν οὗτος ἑταῖρος Νικάνδρου ὁμώνυμος τῷ πρώτω. δῆλον δὲ ὅτι συγγενὴς αὐτοῦ ἦν. ὁ γὰρ πηός σημαίνει τρία, τόν τε φίλον καὶ τὸν συγγενῆ, ἔτι δὲ καὶ τὸν κατ’ ἐπιγαμίαν οἰκεῖον. ἔστι δὲ καὶ ὁ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλοῖς αὐτοῦ κέχρηται. διὸ καὶ ἐν ἐνίοις δωρίζει, ὡς καὶ νῦν ἐν τῷ παῶν· πηῶν γάρ ἐστιν, ὅ ἐστι συγγενῶν. βουκαῖος: ἢ θεριστής, ἢ βουκόλος ὁ ζεύγεσι βοῶν ἑπόμενος, ἢ γεηπόνος ἁπλῶς. ἀλέγοι δὲ ἐν φροντίδι σχοίη καὶ τιμήσειε. ὀροιτύπος δὲ ὑλοτόμος. καὶ ὕλην τὸν σύνδενδρον τόπον.