δημοτικόν*] ὁ πρέπων ἐν πολλοῖς. ~ Δ μέτριον*] ταπεινὸν καὶ συγγνωμονικόν. λέγεται δὲ καὶ μέτριος ὁ μεμετρημένην ἔχων οὐσίαν ἢ ὁ τὸ ἦθος ἐπιεικής. ~ Δ αὐθέκαστον: τὸ ἀπροβούλευτόν φησι. τοιαῦτα γὰρ τὰ ταχέα ὡς ἐπίπαν καὶ σύντομα, ὃ βούλεται σημαίνειν τὸ αὐθέκαστον· σημαίνει γὰρ τὸ αὐθέκαστος τόν τε ἁπλοῦν καὶ ἄδολον καὶ ἀληθευτικὸν καὶ τὸν ἕτοιμον πρὸς ἅπαν καὶ τὸν ταχὺν καὶ σύντομον καὶ αὐτόματον. ~ BCMNUΩΔ αὐθέκαστον: ἀκριβῆ καὶ αὐστηρόν. λαμβάνεται καὶ ἐπὶ τοῦ ἀληθευτικοῦ τὸν τρόπον καὶ μή τινα διπλόην ἔχοντος ἀλλ’ οἷον αὐτὸ ἑκάστου ὑπάρχοντος, οἱονεὶ μηδὲν ἐπισυρομένου ἀλλότριον. ~ C⸤Γ?⸥φMNSUΩ. Addit C: οὕτως Ἀριστοτέλης. ~ ( Addunt NUΩ: οὕτ. Ἀρ. ἐν τοῖς Ἠθικοῖς Νικομαχείοις [Δ 13. 1127a 23]. ~ Addit S: ἐμοὶ δ’ εὕρηται παρὰ Πλάτωνι τὸ αὐθέκαστον τὸ αὐθαίρετον καὶ φίλαυτον δηλοῦν. ~) ἐπεκάλει] ἤγουν ἠνεγκάλει. ~ S ἐξ ἅπαντος* τρόπου] σημείωσαι. τὸ ἐξ ἅπαντος Ἀττικὸν ὄν, εἰ μὲν μετὰ τοῦ τρόπου γράψεις, δασύνειν ὀφείλεις, εἰ δὲ χωρὶς τοῦ τρόπου, ὀξύνειν μόνον. γράφεται γὰρ κατ’ ἀμφότερα. ~ φ ἐπιθέμενος] μετὰ βίας λαβεῖν, δοτικῇ. ~ S ἀναστείλαιμι* καὶ παύσαιμι] καταπαύσαιμι. διὸ δὲ ἡ λέξις ἀκριβὴς ἐτύγχανεν, ἐπήγαγε τὴν ἑτέραν λέξιν τὸ παύσαιμι. ~ φ