VIII. ΠΕΡΙ ΕΙΡΗΝΗΣ. Πεμφθεὶς ὁ Χάρης καταδουλώσασθαι τὴν Ἀμφίπολιν, αὐτονομουμένην κατʼ ἐκεῖνον τὸν χρόνον καὶ καθʼ ἑαυτὴν γενομένην, ὡς τῶν Λακεδαιμονίων μὲν κακῶς διακειμένων μετὰ τὰ Λευκτρικὰ, τῶν Ἀθηναίων δʼ ἀσθενῶν ὄντων, οὗτος νομίζων εὐχερῶς αὐτὴν ὅτε δή ποτε λαβεῖν, καὶ μᾶλλον βουλόμενος τὴν ἀρχαίαν δύναμιν περιποιῆσαι τοῖς Ἀθηναίοις, ἐπεχείρησε Χίοις καὶ Ῥοδίοις καὶ τοῖς λοιποῖς συμμάχοις. εἴτα ἐκεῖνοι ἀντέστησαν, καὶ ἡττήθη ὁ Χάρης οὕτως ὥστε λοιπὸν αὐτὸν ἀπορεῖν τί δεῖ ποιῆσαι· καὶ γὰρ εἰ ἀνεχώρησεν ἐξ αὐτῶν καὶ ἦλθεν εἰς Ἀμφίπολιν, αὐτοὶ ἂν ἀμυνόμενοι ἤρχοντο εἰς τὴν Ἀττικήν. ταῦτα δὲ οἱ Ἀθηναῖοι ἀκούσαντες ᾔτησαν σπονδὰς, καὶ εὐθὺς οἱ Χῖοι καὶ Ῥόδιοι σὺν τοῖς ἄλλοις συνέθεντο. καὶ οὗτός ἐστιν ὁ συμμαχικὸς πόλεμος. νῦν οὖν πρόκειται ἐκκλησία περὶ τοῦ καταθέσθαι τὸν 1. πάντων πραγμάτων] πραγμάτων 7. πάντα] πάντως R. πάντων R. 12. καὶ om. R. 4. πάντως—ἕπεισαν om. R. 16. κατʼ ἐκεῖνον—γενομένην om. P. 5. πόλιν] πολιτείαν N. 17. τῶν Ἀθηναίων Coraës. καὶ οὕτως] οὔπω R. τῶν Ἀθηναίων libri. οὔπως addidit Sauppius. 24. ταῦτα] εἶτα P. 6. ὁ (ὁ om. R.) Θνεμιστοκλῆς] Imo 25. σὺν τοῖς ἄλλοις om. P. ὁ Περικλῆς, ut monet Sauppius. πόλεμον, καὶ ἀνίσταται ὁ Ἰσοκράτης συμβουλεύων ὡς δεῖ μὴ πολυπραγμονεῖν, ἀλλʼ ἡσυχάζειν. καὶ μερίζει τὸν λόγον εἰς δύο, ἓν μὲν τὸ καὶ τοὺς Χίους καὶ τοὺς ἄλλους ἐᾶσαι αὐτονόμους, ἓν δὲ τὸ ἐᾶσαι τὴν ἡγεμονίαν τὴν κατὰ θάλατταν. κατὰ τοῦτο δὲ τὸ μέρος λέγεται Ἀριστείδης ἐπαφεῖναι τὸν ἀντιρρητικὸν τῆς εἰρήνης. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, κεφάλαιον δὲ τοῦ λόγου τὸ συμφέρον, ἡ δὲ στάσις πραγματική· συμβουλὴ γάρ. Ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτῷ ἰδίαν πρόσαγε, ὡς ἐν τῷδε τῷ περὶ εἰρήνης Ἰσοκράτους ἡ κατασκευὴ ἰδία προσετέθη, ὅπου φησί “περὶ μεγάλων ἥκομεν· περὶ γὰρ “πολέμου καὶ εἰρήνης.” κάλλιστον δὲ ἐν τούτοις καὶ τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.