VII. ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ. Ἐν τούτῳ τῷ λόγῳ συμβουλεύει ὥστε τοὺς Ἀρεοπαγίτας ἀναλαβεῖν τὴν προτέραν πολιτείαν, ἥτις ἦν ἔχουσα πᾶσαν ἐξουσίαν, σχεδὸν 1. αὐτῷ Duebnerus. αὐτῶν P. v. Clinton. Fast. Hell. ad a. 366. Legebatur αὐτόν. BAITER. 10. μὴ P. Legebatur ἢ. ἦ 22. ἡ στάσις] Aberat ἡ. Baiterus. 23. τοῦ λόγου] Legebatur τῷ λόγῳ. 13. μετὰ τὰ ἐν Μαντινείᾳ] Male: 27. ἔχουσα] ἵνʼ ἔχωσι R. εἰπεῖν, τῶν ἐν τῇ πόλει πάντων πραγμάτων. ἦσαν γὰρ αὐτὴν ἀποβαλόντες ἀπὸ τοιαύτης αἰτίας. Ἐφιάλτης τις καὶ Θεμιστοκλῆς χρεωστοῦντες τῇ πόλει χρήματα καὶ εἰδότες ὅτι, ἐὰν δικασθῶσιν οἱ Ἀρεοπαγῖται, πάντως ἀποδώσουσι, καταλῦσαι αὐτοὺς ἔπεισαν τὴν πόλιν, οὕτως οὔπως τινὸς μέλλοντος κριθῆναι. ὁ γὰρ Ἀριστοτέλης λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας· δῆθεν μὲν ὡς διʼ αὐτοὺς τοῦτο ποιοῦντες, τὸ δʼ ἀληθὲς διὰ τοῦτο πάντα κατασκευάζοντες. εἶτα οἱ Ἀθηναῖοι ἀσμένως ἀκούσαντες τῆς τοιαύτης συμβουλῆς κατέλυσαν αὐτούς. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις τοῦ λόγου πραγματικὴ, κεφάλαιον δὲ τὸ συμφέρον. ἐγράφη δʼ ὁ λόγος ἐν ἀρχαῖς τῶν Φιλιππικῶν χρόνων, ὡς καὶ αὐτὸς δηλοῖ.