VI. ΑΡΧΙΔΑΜΟΣ. Μετὰ τὰ Λευκτρικὰ κατέτρεχον τὴν Λακεδαίμονα Θηβαῖοι, καὶ πολλάκις αὐτὴν ἐκάκωσαν, ὡς καὶ τὰς Λακεδαιμονίων γυναῖκας ἀπαντῆσαι Λακεδαιμονίοις συνεχῶς φεύγουσι, καὶ εἰπεῖν “μὴ καὶ “δεύτερον ὑμᾶς ἔχομεν ἐν τῇ γαστρὶ δέξασθαι;” καὶ οὕτω συστραφέντες ἐν Μαντινείᾳ ἐνίκησαν, τῶν Ἀθηναίων ἱππέων καλῶς παραταξαμένων. μετὰ τὰ ἐν Μαντινείᾳ οὖν ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Θηβαίους, αἰτοῦντες αὐτοὺς τὴν εἰρήνην· οἱ δὲ ὑπέσχοντο αὐτοῖς ἡσυχάσειν, εἰ Μεσσήνην ἀνοικίσωσι καὶ αὐτόνομον ἐάσωσι. τῶν οὖν ἄλλων συμβουλευόντων Λακεδαιμονίοις ἀνοικίσαι, Ἀρχίδαμος ὁ νεώτερος συμβουλεύει Λακεδαιμονίοις μὴ ἀνοικίσαι. κατάγεται δʼ οὕτως ὁ μικρὸς Ἀρχίδαμος· Ζευξίδαμος, οὗ Ἀρχίδαμος, οὗ Ἄγις, οὗ Ἀγησίλαος, οὗ Ἀρχίδαμος· καὶ οἱ μὲν λέγουσιν ὅτι πέμψας Ἀρχίδαμος ἐν Ἀθήναις τὸν λόγον παρὰ Ἰσοκράτους ἐδέξατο· ἄλλοι δέ φασι γυμνασίαν εἶναι τὸν λόγον Ἰσοκράτους, τίνας ἂν εἴποι λόγους Ἀρχίδαμος συμβουλεύων Λακεδαιμονίοις. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ τοῦ λόγου πραγματικὴ, κεφάλαιον δὲ τὸ ξυμφέρον.