V. ΦΙΛΙΠΠΟΣ. Ἰστέον ὡς ὅτι τὸν λόγον τοῦτον ἔγραψε τῷ Φιλίππῳ ὁ Ἰσοκράτης μετὰ τὴν εἰρήνην τὴν γενομένην ὑπὸ τῶν περὶ τὸν Αἰσχίνην καὶ Δημοσθένην· διὸ καὶ ἔσχε καιρὸν γράψαι αὐτῷ τῷ Φιλίππῳ, ὡς φίλῳ γενομένῳ τῆς Ἀθηναίων πόλεως. ἐν σχήματι δὲ τοῦ ἐγκωμιάσαι αὐτὸν παραινεῖ αὐτῷ διαλλάξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλας, πρὸς ἑαυτὰς στασιαζούσας, στρατεῦσαι κατὰ Περσῶν. πρέπει γάρ σοι, φησὶ, τοῦτο ποιῆσαι, Ἡρακλείδῃ ὄντι καὶ τοιούτῳ δυνατῷ. καὶ ὁ μὲν Φίλιππος λαβὼν τὸν λόγον καὶ ἀναγνοὺς οὐκ ἐπείσθη τοῖς λεγομένοις, ἀλλʼ ἀνεβάλετο τέως· ὕστερον δὲ ὁ παῖς ὁ τούτου Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον καὶ ἐρεθισθεὶς ἐστράτευσε κατὰ Δαρείου τοῦ ὑστέρου καὶ λεγομένου Ὤχου. τὸ μὲν γὰρ κύριον ὄνομα Ὦχος 3. μὴ καὶ πρὸς P. Aberat καί. 26. τοιούτῳ] οὕτω Coraës. 4. οὐ δι᾿ P. Legebatur ὅτι οὐ δι᾿. 30. Ὤχου] Confunduntur Artaxerxes 11. ὑπὸ] ἀπὸ P. tertius Ochus et Darius 14. λέγων] p. 28 D. tertius Codomanus. BAITER. 20. ὡς addidi ex P. ἐλέγετο, κολακεύοντες δʼ αὐτῷ οἱ Πέρσαι ἐπίκλην αὐτὸν ὠνόμαζον Δαρεῖον, ὡς πρὸς τοὺς πρώτους προγόνους. ἡ δὲ στάσις τοῦ λόγου πραγματική· συμβουλεύει γάρ. ἔγραψε δὲ ὁ Ἰσοκράτης τὸν λόγον γέρων ὢν, μικρὸν πρὸ τῆς ἑαυτοῦ καὶ Φιλίππου τελευτῆς, ὥς φησιν ὁ Ἕρμιππος.