III. ΝΙΚΟΚΛΗΣ Η ΣΥΜΜΑΧΙΚΟΣ. Οὗτος ὁ λόγος οὔτε περὶ τῶν αὐτῶν ἐστιν οὔτε μὴν παρὰ τοῦ αὐτοῦ λέγεται. ἐν γὰρ τῷ πρὸ αὐτοῦ λόγῳ διελέγετο πῶς δεῖ βασιλεύειν, ὧδς δὲ πῶς δεῖ βασιλεύεσθαι τὸ ὑπήκοον. καὶ πάλιν ἐκεῖ 4. γονέας] Libri γενεάς. Isocratis p. 103, 4. 7. Ἡσίοδος] Op. 288. 17. Ἰσοκράτους P. Legebatur τοῦ ἐπʼ αὐτήν om. P. Ἰσοκράτους. 11. φθάσαντες εἰρήκαμεν] In Vita παρὰ Ἰσοκράτους ἦν λεγόμενα πρὸς Νικοκλέα, ὧδε δὲ παρὰ τοῦ Νικοκλέους πρὸς τοὺς τῶν ὑπηκόων τιμιωτάτους, τοῦ Ἰσοκράτους αὐτῷ πέμψαντος τὸν λόγον. εἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ καὶ πρὸς τοὺς ὑπηκόους ἔπεμψε τὸν λόγον Ἰσοκράτης, λέγομεν ὅτι εἰκότως οὐ διʼ ἑαυτοῦ, ἀλλὰ διὰ τοῦ βασιλέως αὐτοῖς συμβουλεύει, ἐπειδὴ πλήθει συμβουλεύων ἀνάγκην εἶχε καὶ φόβον κεράσαι τῷ λόγῳ, ἵνα πάντως πεισθῇ τοῖς λεγομένοις τὸ πλῆθος. ἐπιγέγραπται δὲ Νικοκλῆς ἢ συμμαχικὸς, οὐχ ὅτι διὰ τοῦ συνδέσμου ἀναιροῦμεν τὸ ἓν, ἀλλʼ ὅτι καὶ τὰ δύο ἕν ἐστιν, ὥσπερ καὶ οὗτος· Φαίδων ἢ περὶ ψυχῆς. καὶ λέγεται οὗτος ὁ σύνδεσμος διαζευκτικὸς, ὁ καὶ τὸ πρότερον πρᾶγμα διαβεβαιούμενος. καὶ γὰρ καὶ ὁ λόγος ὑπὸ Νικοκλέους λέγεται, καὶ πρὸς τοὺς ξυμμάχους καὶ ὑπηκόους. ὅτι δὲ διὰ τοῦτο παῤ Ἰσοκράτους ἐστὶν ὁ λόγος πρὸς τὸν βασιλέα πεμφθεὶς αὐτὸς ἡμῖν σαφὲς ποιεῖ, ἐν τῷ λόγῳ λέγων “τὸν μὲν οὖν ἕτερον λόγον, ὡς χρὴ τυραν- “νεῖν, Ἰσοκράτους ἠκούσατε, δὲ δεῖ ποιεῖν τοὺς ἀρχομένους, ἐγὼ “πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖνον ὑπερβαλούμενος, ἀλλʼ ὡς πρέ- “πον μοι περὶ αὐτῶν διελθεῖν.”