II. ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ. Ἤδη φθάσαντες εἰρήκαμεν τὴν αἰτίαν διʼ ἣν οὕτως ἀναγινώσκομεν· ἡ δὲ φαινομένη ὑπόθεσις αὕτη. Νικοκλῆς υἱὸς μὲν ὢν Εὐαγόρου, κατάγων δὲ τὸ γένος ἀπὸ Τεύκρου καὶ Τελαμῶνος, ὡς σὺν θεῷ μαθησόμεθα ἐν αὐτῷ τῷ Εὐαγόρᾳ, ἐβασίλευσε Σαλαμῖνος, μιᾶς πόλεως ἐν Κύπρῳ τῆς νῦν Κωνσταντίνου καλουμένης καὶ μητροπόλεως οὔσης πάσης τῆς Κύπρου. πρὸς τοῦτον γράφει πάλιν ὁ Ἰσοκράτης παραινέσεις, πῶς δεῖ βασιλεύειν ὀρθῶς. Ἕρμιππος δέ φησιν ἐν τῷ περὶ Ἰσοκράτους, παρατιθέμενος Εὔανδρόν τινα κατὰ τῶν σοφιστῶν εἰρηκότα, ὡς ὅτι λαβὼν εἴκοσι τάλαντα παρὰ τοῦ Νικοκλέους αὐτὸς ὁ Ἰσοκράτης ἔπεμψεν αὐτῷ τὸν λόγον τοῦτον, τελευτήσαντος τοῦ Εὐαγόρου, ὥσπερ καὶ τούτῳ βουλόμενος χρήσιμος γενέσθαι μετὰ τὴν τοῦ πατρὸς τελευτήν.