X. ΕΛΕΝΗΣ ΕΓΚΩΜΙΟΝ. Τινὲς λέγουσιν ὡς ὅτι καὶ τὸν λόγον τοῦτον ἔγραψε πρὸς Πολυκράτην, ἐπιλαμβανόμενος αὐτοῦ καὶ ἐν τούτῳ. οὐκ ἔστι δέ· καὶ γὰρ τὸ ἐναντίον συνέβη. ἐκεῖνος γὰρ ὁ Πολυκράτης ἐπελάβετο τοῦ ὡς κακῶς γράψαντος τὸν λόγον τοῦτον, ὥσπερ ἐκείνου ἐπελάβετο ἐν τῷ Βουσίριδι. ἀλλὰ τί οὖν ἐροῦμεν; λέγομεν ὅτι Γοργίου ἐπιλαμβάνεται τοῦ Λεοντίνου, τοῦ ἐνεγκόντος τὴν ῥητορικὴν εἰς τὴν Ἑλλάδα, ὡς κακῶς γράψαντος, ὡς καὶ αὐτὸς ἐν τοῖς προοιμίοις δηλοῖ ὑποκατιών. βέλτιον δὲ λέγειν, ὤσπερ ὁ Μαχάων, ὅτι πρὸς Ἀναξιμένην τὸν Λαμψακηνὸν γράφει. φέρεται δὲ ἐκείνου λόγος, Ἑλένης ἀπολογία μᾶλλον οὖσα ἤπερ ἐγκώμιον. ἐπαινεῖ μὲν γὰρ αὐτὸν, καθὸ καλὴν ὑπόθεσιν προείλετο γράφων περὶ Ἑλένης, ψέξας δὲ διὰ πολλῶν ἐν τοῖς προοιμίοις φιλοσόφους τινὰς, τοὺς μὴ αἱρουμένους τοιαύτας τινὰς καλὰς ὑποθέσεις γράφειν, ἀλλʼ ἁπλῶς ἄτοπά τινα καὶ παράδοξα λέγειν ἐπιχειροῦντας, μηδεμίαν ὄνησιν ἔχοντα, ἅτινα καὶ διεξέρχεται.