I. ΠΡΟΣ ΔΗΜΟΝΙΚΟΝ. ΛΟΙΠΟΝ δὲ χωρεῖν ἤδη ἀνάγκη ἐπʼ αὐτὰς τὰς ἐξηγήσεις τῶν λόγων αὐτοῦ, πρώτας ποιουμένους τὰς παραινέσεις· ἤδη γὰρ καὶ τὴν αἰτίαν προειρήκαμεν. ἀνάγονται δὲ αἱ παραινέσεις ὑπὸ τὸ συμβουλευτικὸν εἶδος, κέκληνται δὲ παραινέσεις παρὰ τὸν αἶνον, ὅ ἐστι τὴν συμβουλὴν, ὡς καὶ Ἡσίοδος “νῦν δʼ αἶνον βασιλεῦσι·” στάσιν δὲ οὐκ ἐπιδέχονται· οὐ γὰρ ἔχουσι τὸν ἀντιλέγοντα. καιρὸς μὲν ἤδη, ὡς εἴπομεν, ἐπʼ αὐτὰς λοιπὸν χωρεῖν τῶν λόγων τὰς ἐξηγήσεις· ἀλλʼ ἐπειδὴ ἀναγκαῖον πρὸ αὐτῶν τῶν ἐξηγήσεων προηγεῖσθαι τὰς ὑποθέσεις καὶ τοὺς σκοποὺς τῶν λόγων, δεικτέον πρῶτον τοῦ λόγου τὴν ὑπόθεσιν. Ἱππόνικός τις, ὡς ἔχει ὁ πολὺς λόγος, Κύπριος μὲν ἦν τῷ γένει, Ἰσοκράτους δὲ φίλος τοῦ σοφιστοῦ· οὗτος τελευτήσας κατέλειψε παῖδα, ὀνόματι Δημόνικον. τοῦτον Ἰσοκράτης ὁρῶν παῖδα ὄντα καὶ πολλῆς ἐπιμελείας λόγων δεόμενον, γράφει αὐτῷ ὑποθήκας, ὅπως δεῖ ζῆν αὐτὸν διδάξαι βουλόμενος, ὥσπερ ἣν εἶχε πρὸς τὸν πατέρα εὔνοιαν παραπέμψαι καὶ μέχρι τοῦ παιδὸς, ὡς καὶ ἐν αὐτῇ τῇ ἀρχῇ τοῦ λόγου τοῦτο προοιμιάζεται. συμβουλεύει δὲ αὐτῷ, γράψας διʼ ἐπιστολῆς· οὐ γὰρ ἐδύνατο καταλεῖψαι τὰς Ἀθήνας διὰ τοὺς μαθητάς. τινὲς δὲ ἐπιχειροῦσι λέγειν τὸν λόγον “ἐπιστολὴ πρὸς “Δημόνικον.” καὶ ἡ μὲν φαινομένη ὑπόθεσις αὕτη· εἰρήκαμεν δὲ ἐν τοῖς ἄνω ὡς ὅτι κοινωφελεῖς αὑτοῦ βούλεται ποιήσασθαι τὰς παραινέσεις καὶ συμβουλεῦσαι πῶς δεῖ ζῆν τὸν ἰδιώτην· καὶ τοῦτο 7. ὐπὸ—παραινέσεις om. P. 13. δεικτέον] δεκατέον P., cum 9. δὲ αἶνον P. Legebatur δὲ αἰνεῖν. puncto sub α. Hesiodi locus est Op. 200. 24. ἄνω] p. 103, 7. ποιεῖ ἐνταῦθα διὰ τοῦ Δημονίκου, καὶ τὸ πῶς δεῖ βασιλεύειν προβαλλόμενος τὸν Νικοκλέα· φεύγων δὲ τὸ φορτικὸν οὐ φανερῶς ἐπιφέρει τοῖς ἑαυτοῦ λόγοις τὸν ἴδιον σκοπόν. ἄρχεται δὲ ἀπὸ θείων. εἶτα εἰς γονέας μεταβαίνει, εἶτα φίλους καὶ οἶκον καὶ πατρίδα, τήν τε δίαιταν καὶ τὴν περὶ τὸ σῶμα καὶ τὴν περὶ ψυχήν. χωρητέον οὖν λοιπὸν καὶ ἐπὶ τὸ προοίμιον· εἴρηται δὲ προοίμιον παρὰ τὸν οἶμον, ὅ ἐστιν ὁδόν· Ἡσίοδος “μακρός τε οἶμος καὶ ὄρθιος ἐπʼ αὐτήν.” ὁδὸς δὲ τοῦ λόγου οἱ ἀγῶνες καὶ αἱ πράξεις.