86. οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς. πεπλεόνακε δὲ κατὰ Ἀττικὴν συνήθειαν. Κάλχαν] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. Κάλχα. τὰ δὲ εἰς ας λή- γοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, Θόαν, Αἶαν. 88. οὔτις ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν. τινὲς δὲ τὸ σοί τοῖς ἐπάνω προσδιδόασιν, ἵνʼ ᾖ σοι δερ- κομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις. 90. οὐδʼ ἢν Ἀγαμέμνονα] ὁ τρόπος ὑπερβολή. ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. 1. ἔστι τι χερείων, οὖ γενικὴ χερεί- λάβε. ονος Cobetus] ἔστι τι χερείωνος 17. τίη τοι] τίἤ τοι. γενική 18. *ἀπωμοτικῶς] ἀπωμωτικῶς. 7. Ἡρωδιανός] ἡρωιδιανός hic et πεπλεόνακε] πλεόνακε, quod in alibi. πλεονάζει mutavit Villoisonus, πε- 12. διασταλτέον ἐπὶ τὸ μάλα] Hoc πλεόνακε pariter dixit scholiasta scholion sine lemmate scriptum est ad v. 234. post lin. 19, μάλα per compendium 20. Κάλχαν] Lemma οὐ μὰ γὰρ μᾶ expresso. Ἀτόλλωνα. 15. ἰδέ καὶ λαβέ] εἰδὲ (*ἴδὲ) καὶ 91. * ἐνὶ στρατῷ] Ἀχαιῶν, οὐκ ἐνὶ στρατῷ, αἱ Ἀριστάρχειοι. ὁμοίως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου. 93. οὐ ταρ ὅγʼ εὐχωλῆς] οὕτως ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικῶς, ὡς καὶ ἐπὶ τοῦ “εἴ ταρ ὅγʼ εὐχωλῆς (65). οὐ γάρ ἐστιν ὁ τε συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθʼ ἑκατόμβης. οὕτως γὰρ ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· “ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν” (Od. 4, 87). *εὐχωλῆς ἐπιμέμφεται] ὅτι ἐλλείπει ἡ περί καὶ περισσὴ ἐστὶν ἡ ἐπί ἐν τῷ ἐπιμέμφεται. κατεκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν.