68. κατʼ ἄῤ ἕζετο] ὅτι Ζηνόδοτος γράφει ἐκαθέζετο. οὐκ ἐῷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον· ὥσπερ γὰρ οὐδεὶς λέγει ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο. 69. Κάλχας Θεστορίδης] ὅτι Ζηνόδοτος γράφει μάντις Θεστο- ρίδης. οὐ δύναται δὲ τῷ γένει τὸ λἶδος ἅμα συγκατατίθεσθαι. 71. καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν] ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὡς τινες νεώτε- ροι, καὶ ὅτι τὸ εἴσω ἀντὶ τοῦ εἰς. 73. * ὅ σφιν] οὕτως διὰ τοῦ ἑνός σ *ὅτι Ζηνόδοτος γράφει “ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.” 74. ὦ Ἀχιλεῦ, κέλεαί με] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ- καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.