62. μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον] μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡωδιανός. καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει. ἔστι γένος τι ἡ μαντικὴ, διαιρουμένη εἰς εἴδη τρία, εἰς οἰω- νοσκοπίαν, εἰς ἀεροσκοπίαν καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἡρωδιανὸς τελείαν δίδωσι, καὶ κοινὸν τὸ μάντιν. ὁ δὲ Πορφύριος τὸν διʼ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ὀνειροπόλον δὲ τὸν ὀνειροκρίτην. 63. ἀλλ’ ἄγε δή τινα μάντιν] ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεὺς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν. μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς. καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν] τοῦ τι ἐστὶν συναλοιφὴ, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθὲς, ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· “αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι.” (Od. 19, 563.) 65. εἴ ταρ] οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ. *εὐχωλιῆς] ὅτι ἐλλείπει ἡ περί. ἑκατόμβης] ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν κέ ζώων. 2. *μηδένα] μὴ constanter. Errat vero hoc loco 10. Lemma om. scholiasta. 15. μαντείαν addidit Vill. 23. πᾶν—ἀληθἐς—πάντας Vill.] 20. ὀνειροπόλος Friedl.] οἰωνοπό- παὦ—ἀλ—οτάντ. 24. αἱ μἐν—αἱ δʼ] οἱ μἐν—αἱ(sic) 22. συναλοιφή] συναλιφὴ, et sic δὲ 66. αἴ κέν πως ἀρνῶν κνίσης] Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς, κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι. τελείων] λελωβημένον γὰρ οὐ θύεται. 67. ἀντιάσας] ἀπαντήσας, μετασχών. ἀπὸ λοιγὸν ἀμῦναι] τὸ ἑξῆς ἐστὶν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερό- μενον, τὸν ἴδιον τόνον φυλάσσει, ἄτε δὴ ἐπέχουσα τὴν τάξιν. εἰς δὲ τὸ αἴ κεν περισσὸς ὁ κεν, ἵνα ᾖ ἀντὶ τοῦ εἴ πως.