<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1"><div type="textpart" subtype="volume" n="1"><div type="textpart" subtype="book" n="1"><div n="41" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.56"><p>56. *κήδετο γὰρ Δαναῶν] εὐλόγως ἐφρόντιζε τῶν Ἑλλήνων
ἡ Ἤρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς, ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα <lb n="5"/>
ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν
οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος.</p><p>*ὁρᾶτο] ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι Δωρικὸν
γίνεται.</p></div><div n="42" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.58"><p>58. τοῖσι δʼ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν <lb n="10"/>
κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο.</p><p>*μετέφη] διὰ τὴν μετά.</p></div><div n="43" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.59"><p>59. Ἀτρείδη, νῦν ἄμμε] μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ
προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσίν.</p><p>παλιμπλαγχθέντας] εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην <lb n="15"/>
ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύ-
γοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ σνντέθειται
διὰ τὸ ἂψ ἀπονοστήσειν.</p><p>* πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν
ἱστορίαν ἔπλασαν.</p><lb n="20"/><p>Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ
ἐντεῦθεν σημειοῦνται ἱστοροῦντες τὰ περὶ τὴν Μυσίαν τὸν τρόπον
τοῦτον. ἐν Τροίᾳ πλέοντες οἱ Ἕλληνες Μυσίᾳ προσίσχουσιν, καὶ
ἀγνοοῦντες αὐτὴν ἐπόρθουν, Τροίαν εἶναι νομίζοντες. Τήλεφος δὲ
ὁ Ἡροκλέους καὶ Αὔγης τῆς Ἀλέου παῖς, βασιλεύων Μυσῶν <lb n="25"/>
καὶ ἰδῶν τὴν χώραν λεηλατονμένην, τοὺς Μυσοὺς καθοπλίσας,
ἐπὶ τὰς ναῦς τοὺς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμή-
σαντος δὲ ἐπʼ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ
τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρόν τιτρώσκεται, νεμε-
σήσαντος αὐτῷ Διονύσου, ὅτι ἄρα ὑπὸ τούτου τῶν τιμῶν ἀφῄρητο. <lb n="30"/>
<note type="footnote">3. * διὸ καὶ τὸ σημεῖον] ο, καὶ σημεῖ. madvertit Cobetus, qui τὴν μετά
Similiter supra p. 8, 26. scripsit pro τὸν με.
4. Iemma om.
16. * δή] δεῖ
11. * ὀρθὸς] ὀρθῶς
19. ἐντεῦθεν Bekkerus] ἔνθεν
12. Addidi lemma μετέφη. In 20. ἱστορίαν] ἐφόρμισιν (vel simile
A ante διὰ est signum non infre- quid) Friedl.
quens in A pro διπλῆ, ut ani-</note>

<pb n="17"/>
οἱ δὲ Ἕλληνες ὑπέστρεψαν εἰς τὸ Ἄργος· Τήλεφος δὲ ἀνίατον
ἔχων τὸ τραῦμα, εἰπόντος θεοῦ μηδένα δύνασθαι αὐτὸν θεραπεῦσαι
ἢ τὸν τρώσαντα, ἦλθεν εἰς Ἄργος, καὶ πίστιν δοὺς μὴ ἐπικουρή-
σειν Τρωσὶν ἐθεραπεύθη ὑπʼ Ἀχιλλέως, καὶ αὐτὸς ἔδειξε τὸν ἐπὶ
Τροίαν πλοῦν. ταῦτα οἱ νεώτεροι· ὁ δὲ ποιητὴς λέγει Κάλχαντα <lb n="5"/>
ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν.</p></div><div n="44" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.60"><p>60. εἴ κεν] ὅτι Ζηνόδοτος οἵ κεν γράφει, οὐ καλῶς· καλὴ γὰρ
ἡ ἀπόγνωσις τῆς σωτηρίας.</p></div><div n="45" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.61"><p>61. εἰ δὴ] ἀντὶ τοῦ καὶ γάρ.</p></div></div></div></div></body></text></TEI>