56. *κήδετο γὰρ Δαναῶν] εὐλόγως ἐφρόντιζε τῶν Ἑλλήνων ἡ Ἤρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς, ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος. *ὁρᾶτο] ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται. 58. τοῖσι δʼ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο. *μετέφη] διὰ τὴν μετά. 59. Ἀτρείδη, νῦν ἄμμε] μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσίν. παλιμπλαγχθέντας] εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύ- γοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ σνντέθειται διὰ τὸ ἂψ ἀπονοστήσειν. * πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν. Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ ἐντεῦθεν σημειοῦνται ἱστοροῦντες τὰ περὶ τὴν Μυσίαν τὸν τρόπον τοῦτον. ἐν Τροίᾳ πλέοντες οἱ Ἕλληνες Μυσίᾳ προσίσχουσιν, καὶ ἀγνοοῦντες αὐτὴν ἐπόρθουν, Τροίαν εἶναι νομίζοντες. Τήλεφος δὲ ὁ Ἡροκλέους καὶ Αὔγης τῆς Ἀλέου παῖς, βασιλεύων Μυσῶν καὶ ἰδῶν τὴν χώραν λεηλατονμένην, τοὺς Μυσοὺς καθοπλίσας, ἐπὶ τὰς ναῦς τοὺς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμή- σαντος δὲ ἐπʼ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρόν τιτρώσκεται, νεμε- σήσαντος αὐτῷ Διονύσου, ὅτι ἄρα ὑπὸ τούτου τῶν τιμῶν ἀφῄρητο. 3. * διὸ καὶ τὸ σημεῖον] ο, καὶ σημεῖ. madvertit Cobetus, qui τὴν μετά Similiter supra p. 8, 26. scripsit pro τὸν με. 4. Iemma om. 16. * δή] δεῖ 11. * ὀρθὸς] ὀρθῶς 19. ἐντεῦθεν Bekkerus] ἔνθεν 12. Addidi lemma μετέφη. In 20. ἱστορίαν] ἐφόρμισιν (vel simile A ante διὰ est signum non infre- quid) Friedl. quens in A pro διπλῆ, ut ani- οἱ δὲ Ἕλληνες ὑπέστρεψαν εἰς τὸ Ἄργος· Τήλεφος δὲ ἀνίατον ἔχων τὸ τραῦμα, εἰπόντος θεοῦ μηδένα δύνασθαι αὐτὸν θεραπεῦσαι ἢ τὸν τρώσαντα, ἦλθεν εἰς Ἄργος, καὶ πίστιν δοὺς μὴ ἐπικουρή- σειν Τρωσὶν ἐθεραπεύθη ὑπʼ Ἀχιλλέως, καὶ αὐτὸς ἔδειξε τὸν ἐπὶ Τροίαν πλοῦν. ταῦτα οἱ νεώτεροι· ὁ δὲ ποιητὴς λέγει Κάλχαντα ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν. 60. εἴ κεν] ὅτι Ζηνόδοτος οἵ κεν γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας. 61. εἰ δὴ] ἀντὶ τοῦ καὶ γάρ.