49. *βιοῖο] Ἀριστάρχειος ὁ τόνος. παρὰ τὴν βίαν. 50. διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὐ, οὐδὲ ἀπʼ ἄλλου ζώου τινός; καὶ οἱ μὲν ῥητορικῶς λύοντές φασιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας καὶ μὴ παντάπασιν ἀπολέσαι, καὶ διὰ τοῦτο πρότερον ἀπό τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντές φασιν ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον 3. * πλήν ἑνὸς—ἀνεῖλε] om. p. 198, 27. 9. Ἑλλάνωρ] Recte Γελάνωρ apud 17. Scholion in exteriore mar- Apollod. 2, 1, 4. gine scriptum duabus columnis. 11. ἐν β΄] Post hoc schol on 22. *λύοντες] λέγοντες sequitur in A scholion versus 50 25. *τῷ ἡλίῳ] τῷ om. οὐρῆες—εὐπαθέστερα. 27. καὶ] Delendum. 16. Ἀριστάρχειος] ἀρισταρ 28. *τήν γῆν] τῆι γῆι βίαν] βίαν τῆς τάσεως Etym. M. 29. * τῷ] τὸ τὸ τοιοῦτο. τῆς δεκάτης δὲ ἡμέρας γεγενῆσθαι φανερὸν τὸ νοσῶδες, εὐλόγως· κατʼ αὐτὸν δὲ τὸν ποιητὴν τὸ θεώρημα δεῖ λύειν. τῇ δεκάτῃ φαίνεται τὸ νοσῶδες, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου, ὥσπερ καὶ αὐτὸς ὁ ποιητὴς δεδήλωκεν. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σοφὸς, ἐκ τῆς καταστάσεως τοῦ ἀέρος ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται, ἐπεὶ τίνος ἕνεκα Νέστωρ ἢ Ὀδυσσεὺς ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσιν, ἀλλὰ μόνος τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς; Φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῶα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν. οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι ἀνθρώπων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν. *ὅτι οὐκ ὀρθῶς τινὲς οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ αὐτοῖσι. οὐρῆες μὲν πρῶτον] οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ὠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσου· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος, ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. 51. αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος] διαφέρει ὁ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. 1. τῆς δεκάτης δἐ ἡμέρας] * τῆ 11. Hoc scholion legitur in mar- δεκάτῃ δέ ἡμέρᾳ gine interiore folii 12 b, non inter *τὸ νοσῶδες] om. scholia reliqua. 3. * καθισταμένου] καθιστάμενον 12. τούτων] τούτου Bekkerus. 4. * ἡ Ἠρα—τῷ Ἀχιλλεῖ] om. 21. καλοῦμεν] τὰ ἄγονα addit 6. σοφὸς (σοφο A)] *σαφῶς ἐπι- Bast. ad Greg. p. 732. 22. * οὖσα] om. στάμενος * ἐπέγνω γινόμενον τὸ κακόν] μαθὼν 27. *καὶ εὐτοθέστερα] εὐπαθέστερά 9. * ἀλλὰ— Ἀχιλλεύς] ἀλλʼ ἢ ὁ εἰσιν. ἀχιλλεύς ἐχεπευκές] ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησι βλαστὸν καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρόν. *ἐχεπευκές] ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης. 52. βάλλʼ] ἐτίτρωσκε. πυραὶ νεκύων καίοντο θαμειαί] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει, προειπὼν γὰρ “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν” νῦν ἐπάγει “αἰεὶ δὲ πυραὶ νεκύων.” ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο. αἰεὶ δὲ πυραὶ νεκύων] τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο διὰ τὸ ἀπέριττα γίνεσθαι, εἶθʼ οὕτως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν αὕτη· πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου διʼ ἀνάγκην ὑπὸ Ἡρακλέους. συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον Ἡρακλέους, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθʼ Ἡρακλέους ἀπέβαλεν, οὐ βούλεσθαι προίεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δʼ οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν, καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄνδρωνι. 53. ἐννῆμαρ] ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδέτερον 1. ἔχον] ἔς (i. e. ἔχων). seriem scriptum in ima pagina, 5. ἐτίτρωσκε glossema est. διπλῆ manu eadem qua scholia inter- huic versui praescripta indicio est marginalia. excidisse Aristonici scholion, quo 15, 16. *φασὶν] φησὶν Aristarchi observatio de usu verbi 19. * τοσαύτης] τοιαύτης βάλλειν pro τιτρώσκειν, saepius in 20. * δέ] om. scholiis repetita, memorata fuerat. 23. * ὤμοσεν] ὄμωσεν 6. * φασὶν] φησὶν 24. *συμπεσούσης] συμπετρούσης 10. * ὑπὸ] ἀπὸ 12. αἰεὶ δέ—] Hoc scholion extra 26. * ἡ ἱστορία παρὰ Ἄνδρωνι] om. σνγκείμενον. ἀλλʼ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. κῆλα] νῦν τὰ βέλη· διὸ καὶ τὸ σημεῖον.