<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1"><div type="textpart" subtype="volume" n="1"><div type="textpart" subtype="book" n="1"><div n="31" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.41"><p>41. *ἢ δʼ αἰγῶν] ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ.</p><p>*τόδε] Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρωδιανὸς ἕν.</p></div><div n="32" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.42"><p>42. *τίσειαν] ὅτι Ζηνόδοτος τίσαιεν.</p><lb n="20"/><p>ἱστορία. Δαναοὶ] Ἕλληνες, οὕτως. Βῆλος ὁ Ἀγήνορος μὲν ἀδελ-
φὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφʼ ἧς ἡ χώρα ὠνόμασται
Λιβύη, βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Μείλου θυγατέρα,.
καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός. καὶ Δα-
ναὸν μὲν Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ· ὅς <lb n="25"/>
καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν
Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντή-
<note type="footnote">3. *σμίνθοι] σμίνθιοι τῷ “τὸ δέ τοι ξεινήιον ἔσται” (Od.
4. ἄλλοι] Novum incipit scholion 9, 370), ἴνα ᾖ δύο μέρη λόγου.
Πτολεμαῖος (Ascalonita) δὲ ἒν
cum rubrica ἱσ.
6. *ἀπέστειλαν] ἀπέλυσαν ποιῶν ἐπὶ τὸ τό τίθησι τὴν ὀξεῖαν.
7. *ἐλθόντων] ἐλθόντες ἐπείσθη δἐ ἡ παράδοσις Ἀριστάρχῳ.
18. ἡ δʼ] Sic A, non ἠδʼ. 20. τίσαιεν Heynius] τίσειεν
19. τὸ τὸ δέ] Prius τὸ delevit 21. Rubrica ἱσ.
Vill. Scholion in A in brevius 23. *Νείλου] νήλου
contractum integrum servarunt 25. * ἐν] om.
alii codices, τὸ δέ μοι: Ἡρωδιανὸς 26. Μελαμποδιδῶν] * Μελαμπόδων
ἔν. Ἀρίσταρχος ὀξύνει τὸ δέ, ὁμοίως</note>

<pb n="13"/>
κοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ
αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ
Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε
δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑφʼ ἑνὸς
αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε <lb n="5"/>
τὴν κληθεῖσαν ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόν-
τορον, ἐν τὰς κόρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς
Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος,
καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλλάνωρ ὁ τότε βασιλεύων·
αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς <lb n="10"/>
ὠνόμασεν. ἱστορεῖ Ἀπολλοδωρος ἐν β΄.</p></div><div n="33" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.44"><p>44. *Οὐλύμποιο καρήνων] ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα
ἐπὶ ὄρους.</p></div><div n="34" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.45"><p>45. ἀμφηρεφέα] κοινή ἐστιν, οὐκ ἔκτασις.</p></div><div n="35" type="textpart" subtype="section" corresp="urn:cts:greekLit:tlg0012.tlg001:1.46-1.47"><p>46, 47. *ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς.</p><lb n="15"/></div></div></div></div></body></text></TEI>