1. ΜΗΝΙΝ ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μὲν, ἵνʼ ἐκ τοῦ πάθους ἀποκαθαρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς, καὶ προσεκτι- κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ, καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δὲ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατα- τρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν. ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, Scholia in textu asterisco notata sunt intermarginalia, de quibus in Praefatione p. vii dictum est. Scripturae in annotationibus asteriscis notatae ex aliis scholiorum codicibus sunt petitae, ex quibus codicis Veneti 454, quem littera A designamus, scholia vel corrigi vel defecta restitui possunt: de quo in Annotationibus voluminis ultimi plura dicentur. Vitiorum orthographicorum correctiones vel ex aliis codicibus sumtus vel ab editoribus factas non fuit operae pretium ad suos sin- gulas revocare auctores, quum talia a quovis emendari possint, exceptis gravioribus nonnullis, quarum auctores indicavimus. 4. Rubrica in A. ερ α, i. e. vior Zenodoto tribuitur in Veneto ἐρώτησις ἀπόκρισις. B; de quo v. Duentzer. p. 27. Scholia ab ζητοῦσι vel ζτεῖται vel 6. *ἀποκαθαρεύσῃ (alii * ἀποκα- simplici διὰ τί incipientia pleraque θαριεύσῃ)] ἀποκαταρρεύσῃ omnia Porphyrii sunt, pauca ali- 7. *προεθίσῃ] προσεθίζῃ orum, de quo dixi in Praef. p. 9. * δεύτερον δέ] δέ om. xiii, xiv. Primae quaestionis διὰ 11. ἀξιοπιστότερον] *ἀξιόπιστος τί ἀπὸ τῆς μήνιδος ἢρξατο solutio bre- (praestat ἀξιοπιστότερος) ὤν. καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ, σῦκον, ἰσχὰς, οὕτω πρῶτον ὀργὴ, θυμὸς, χόλος, κότος, μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται. “ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδʼ ὄθομαι κοτέοντος” (180)· “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος” (488). μῆνιν] παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς. διὰ τί εὐθὺς ἀπὸ τῶν τελευταίων τοῦ πολέμου ἤρξατο; καί φα- μεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους οὐκ ἔσχεν οὕτω σννεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόβῳ τοῦ Ἀχιλ- λέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους· τὸ δὲ δέκατον ἔτος πλείονας ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους, τοῦ Ἀχιλλέως ὀργιζομένου· ὁ δὲ ποιητὴς οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ τὰ πρὸ τούτου πραχθέντα. ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι “δεῦτε δὴ ἐννέπετε” (O. 2), καὶ Πίνδαρος “μαντεύεο Μοῦσα” (fr. 118), καὶ Ἀντίμαχος ὁ Κολοφώνιος “ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρες.” δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπι- τάσσουσιν, ἀλλʼ ἑαυτοῖς. θεά] οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ “ἄνδρα μοι ἔννεπε Μοῦσα.” Ἀχιλῆος] οὕτως ἀναγνωστέον διὰ τοῦ ἑνὸς λ, καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος. 4. φήληξ] φίλιξ cumpictum. 7. νηυσὶ παρήμενος] νηυσὶν, omisso 13. * δέκατον ἔτος] ἔτος om. 14. *ἰσοπάλους (alii *ἰσοπαλεῖς)] παρήμενος. 8. μῆνιν: παρὰ Bekker.] μῆνις ἰσοπάλου παρὰ 17. τούτου] *πούτων ἕνος ἦνις Bastius ad Greg. Cor. 20. * μαντεύεο] μάντευο 21. Κρονίδαο ex Eustathio] κρο- p. 273] εν ῆνις 10—17. διὰ τί—πραχθέντα] Scho. νίωνος lion manus recentioris in marg. 28. θιγεῖν] θίγειν exteriore intra ornamentum eir- *ὁ Κοτιαεὺς Ἀχιλῆος· διὰ τὸ μέτρον ἓν λ γράφεται καὶ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεται. 2. μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μυριᾶσθαι· καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μυριᾶσθαι καὶ τὸ κλαῦσαι. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις. ἱστορία. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγαγόμενος Κρέουσαν τὴν Ἐρε- χθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν· ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας, ὁ δὲ Ἀχαιὸς φόνον ἐμφύλιον δράσας παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε- ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ- τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες. 3. * πολλὰς δʼ ἰφθίμους ψυχάς] ὅτι κακῶς τινὲς μεταγράφουσι “πολλὰς δʼ ἰφθίμους κεφαλάς,” ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ ἰφθίμους κεφαλάς. 4, 5. ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δέ ἐπὶ τῶν σωμάτων. ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος “ἠέρα ἑσσάμενοι” (O. 124). ἢ· ἀπὸ τῆς ἐράσεως, τουτέστι τῆς μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι ἐποίουν γένος τὸ τῶν ἡρώων. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ γῆ κατὰ διάλεκτον, ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώ- πων. 1. γράφεται—γράφεται] γρ.—γρ. haec scriptura tribuitur in scho- ut solet. ὁ Κοτιαεὺς est Alexander. liis aliis, sumta ex Il. 11, 55. 2. ἀντὶ τοῦ] ἀν, et alibi non 20. ἰφθίμους addidit Friedlaen- raro pro ἀντὶ τοῦ derus. 22. ἐπὶ τῶν Bekkerus] ἐπί τῖν 6. *πάντων] π ÷ (i. e. τινων) 8. ἱστορία] ἱὀ σ rubrica. 23. ἤρωας δέ—ἀνθρώπων] Compa- *ἀγαγόμενος] ἀγόμενος randum cum hoc scholio Etym. M, 9. Ἴωνα] ἴονα p. 437, 22 et Plato in Cratylo p. 15. δυναστευθέντος] *δυνηθέντυς 398. 18. τινὲς] Apollonio Rhodio 25. ἐράσεως] ἐρώσεως Par. 2766. 5. Διὸς δʼ ἐτελείετο βουλή] τινὲς σὺν τῷ ῑ κατὰ δοτικὴν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο.