166.―173. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν τῷ πρὸς τὰς στροφὰς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἑξῆς κειμένην στροφὴν συστήματι, οὗ ἡ ἀρχὴ θρόει τίς κακῶν. ἔστι δὲ κώλων ή. τὸ α′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ β′ ἰαμβικὸν ἑφθημιμερές. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· ἐνταῦθα δὲ τὸ κρητικὸν ἔχει τετρασύλλαβον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, ὅμοιον τῷ β′. τὸ ε′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ϛ′ ἐκ χορείων, ὅμοιον τῷ α′. τὸ ζ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ′ καὶ κρητικοῦ. τὸ η′ τροχαϊκὸν ἰθυφαλλικόν. εἰ δὲ βούλει, ἀντισπαστικὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.