154. ἴαμβος χρὴ εἶναι οὗτος ὁ στίχος, ὡς καὶ ὁ τῆς στροφῆς, διὸ οὕτως ἐγράφη παρ’ ἡμῶν ποίαν τύχαν, ποίαν δὲ συμφοράν. καὶ ἔστι τὸ ποι τὸ δεύτερον κοινὴ συλλαβὴ, διὸ καὶ τὸ παρ’ ἡμῶν ἐπινοηθὲν ἐπὶ ταῖς κοιναῖς συλλαβαῖς ἐπετέθη σημεῖον, ὡς καὶ ἐ τοῖς ἄλλοις τοῖς τοιούτοις.