ΙΙΙ. Ἐνταῦθα ὁ Εὐριπίδης ἀπὸ τῆς μέσης ὑποθέσεως ἄρχεται· παρέλιπε γὰρ τὴν τοῦ Ὀρέστου ἀνατροφὴν, ὅπως ἀνετρέφετο παρὰ τοῦ παιδαγωγοῦ εἰς τὸν Στροφίου οἶκον, τοῦ πατρὸς τοῦ Πυλάδου· φίλος γὰρ ἦν τοῦ Ἀγαμέμνονος ὁ Στρόφιος· καὶ ὅπως μηχανήσαντες ἀπῆλθον εἰς τὴν Κλυταιμνήστραν ὅ τε Ὀρέστης καὶ Πυλάδης καὶ παιδαγωγὸς φέροντες ταύτῃ καὶ κιβώτιον πεπληρωμένον τῆς κόνεως τοῦ Ὀρέστου. μέμνηται δὲ τούτου ὁ Σοφοκλῆς καὶ οὗτος ἐν ἑτέρῳ δράματι. Ἔθος τοῖς τραγικοῖς τὸ ἐν προοιμίῳ ὡς ἐν ὀλίγῳ παραδηλοῦν τοῦ ὅλου δράματος τὴν ἔννοιαν, ὡς καὶ ἐνταῦθα ποιεῖ ὁ Εὐριπίδης καὶ πανταχοῦ. τὸ δὲ δρᾶμα τῆς Ἑκάβης καὶ τοῦ παρόντος δράματος τὸ τέλος ἀπὸ πένθους ἄρχονται καὶ λήγουσιν εἰς χαράν.