I. ὈΡΕΣΤΗΣ τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν. μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ, τοῦ πατρὸς τῆς ἀνῃρημένης, κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ τί δεῖ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ πλάνης ὑποστρέψας ἐκ τῆς νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δ’ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. ...... ἐπαγγειλάμενος αὐτὸν εἰς τὸν βίον προΐεσθαι. συνὼν δὲ τούτοις ὁ Πυλάδης, ὁ φίλος αὐτοῦ, συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν, Ἑλένην ἀποκτείναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος, θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπὸ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπείλησαν. ἐπιφανεὶς δὲ ὁ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομίζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοικίσαι, καθαρθέντι δὲ τοῦ φόνου Ἄργους ἄρχειν.