1. ΠΟΛΛΗ μὲν ἐν βροτοῖσι: μεγάλη, δυνατὴ, ἔνδοξος, θαυμαστή. Ὅμηρος “πολλὸς γάρ τις ἔκειτο παρῄορος.” πάσαις ταῖς ἀπὸ Ἡλίου ἐγκότως διάκειται ἡ Ἀφροδίτη διὰ τὸν ἔλεγχον τῆς μοιχείας τοῦ Ἄρεος. ἡ διάνοια ἐμφαντικώτερον καὶ ῥητορικώτερον πέφρασται, ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα. πολλή: ἰσχυρὰ, μεγάλη. Fl. 2. ἀνώνυμος: ἄδοξος. A.