1. ΒΑΘΙ πρὸς εὐνάς: βᾶθι ἀντὶ τοῦ βῶμεν. βᾶθι πρὸς εὐνὰς, ὡς πλησίον γενόμενοι τῶν κοιτῶν τοῦτό φασιν.—οἱ φύλακες ἐν χοροῦ σχήματι παρακελεύονται ἑαυτοῖς. 2. τὶς ὑπασπιστῶν: ὁ ὑπασπιστὴς ἴδιον ὄνομα, σύνεγγυς παρασπίζων τοῦ βασιλέως· ὁ γὰρ τευχοφόρος κοινὸς παντὸς ὁπλίτου.