41. Καὶ ἀνάλογον ἔσται p. 330, 14 διὰ τὸ γ΄ τοῦ ϛ΄ βιβλίου τῆς ἐπιπέδου. 36. V (q1.) 37 V (q1). 38 V (q). 39 V (q). 40. (q). 41. Vq1. 4. ὡς] ὡς ἐν V. 11. ΘΚΑ] ΘΚ∠ V. 16. ΒΓΖ] Β supra scr. m. 1 V. ΖΓΕ] ΖΓ V. 17 ἡμικυκλίου] ιμηκυκλιου V. 24. γʹ] q, ι΄ V. 42. Διὰ τοῦτο μία μόνη, ἐπειδή, εἰ ἦν καὶ ἄλλη, εἰκὸς ἦν αὐτὰς συμπεσεῖν. 43. Οὐ γὰρ συμπεσεῖται p. 330, 19 ἐπειδὴ παντὸς τριγώνου αἱ β γωνίαι δύο ὀρθῶν ἐλάττους. 44. Καὶ ἐπεὶ μείζων ἐστίν ἡ ΒΓ p. 332, 17 ἐπεὶ γὰρ ἡ ΓΠ ἴση τῇ ΠΚ, ἡ ΓΝ μείζων τῆς ΝΚ. ὥστε καὶ τὸ ἀπὸ τοῦ. κοινὸν προσκείσθω τὸ ἀπὸ ΝΒ· τὰ ἄρα ἀπὸ τῶν ἀπὸ μείζονα. ἀλλὰ τοῖς μὲν ἀπὸ ΓΝΒ ἴσον τὸ ἀπὸ ΓΒ, τοῖς δὲ ἀπὸ ΒΝΚ ἴσον τὸ ἀπὸ ΒΚ ὥστε ἡ ΓΒ μείζων τῆς ΒΚ. 45. Ὥστε καὶ ἡ ὑπὸ ΓΒΘ μείζων p. 332, 18 ἐπεὶ γὰρ τριγώνου τοῦ ΓΒΝ αἱ γ γωνίαι ταῖς τρισὶν γωνίαις τριγώνου τοῦ ΒΝΚ ἴσαι, ἐξ ὧν αἱ δύο ἡ πρὸς τῷ Ρ καὶ ἡ ὑπὸ ΒΝΚ μείζους τῶν δύο τῆς τε πρὸς τῷ Γ καὶ τῆς ὑπὸ ΓΝΒ, λοιπὴ ἄρα ἡ ὑπὸ ΚΒΝ λοιπῆς τῆς ὑπὸ ΓΒΝ ἐλάσσων· ὅπου γὰρ τὸ μεῖζον, ἐκεῖ τὸ ἔλαττον.