<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg5022.tlg005.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p>11&gt; Σχόλιον. ἐπειδὴ γάρ, ὅση ἐστὶν ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ ἔνοπτρον εὐθεῖα,
                        τοσαύτη ἐστὶ καὶ ἡ ἀντανακλωμένη ἀπὸ τοῦ ἐνόπτρου πρὸς ἴσας γωνίας αὐτῇ διὰ
                        τὸν ὅρον, ἔστι διὰ τοῦτο ἡ μὲν ΒΓ τῇ Γ∠ ἴση, ἡ δὲ ΒΑ τῇ ΑΕ, ἐπειδὴ τὸ
                        ὄμμα πρὸς τῷ Β <lb n="15"/> ἐστιν. ἄνισος δὲ ἡ ΒΓ τῇ ΒΑ ἄνισος ἄρα καὶ ἡ
                        Γ∠ τῇ ΑΕ. οὐκ ἄρα συμπεσοῦνται διὰ τοῦτο διὰ τὸ τὴν μὲν μείζονα εἶναι,
                        τὴν δὲ ἐλάττονα. οὐδὲ ἐξέσται αὐξῆσαι τὴν Γ∠ καὶ ἀγαγεῖν ἕως τοῦ Ε·
                        τοσαύτη γὰρ εἶναι ὀφείλει, ὅσηπερ καὶ ἡ ΒΓ εὐθεῖα ἡ ἀκτίς, τοσαύτης <lb n="20"/> δὲ αὐτῆς ὑποκειμένης πρὸς τὴν ΑΕ οὐ γενήσεται σύμπτωσις.</p></div></div></body></text></TEI>