1. Θεωρουμένου τινὸς ὕψους p. 286, 4 ἢ πάλιν ἑτέρου τινὸς σώματος πρὸς ὀρθὰς γωνίας ἱσταμένου τῷ ἐπιπέδῳ, ἐν ᾧ καὶ τὸ ἔνοπτρον κεῖται. 2. Τῆς σφαίρας p. 286, 15 εἶπε δὲ τὸ κέντρον τῆς σφαίρας καὶ οὐ τὸ κέντρον τοῦ ἐνόπτρου, ἐπειδὴ σφαιροειδές ἐστι τὸ κυρτὸν ἔνοπτρον. ὥσπερ οὖν ἐπὶ τῆς σφαίρας ἔχει, ὅτι, ὅθεν ἂν νοήσῃ τις ἐπʼ αὐτὴν ἐκβαλλόμενόν τι βάρος ἀπὸ τῆς ἐπιφανείας τῆς σφαίρας, ἐκεῖνο τὸ βάρος διὰ τοῦ κέντρου ἐλεύσεται· νεύσει γὰρ ἀεὶ φυσικῶς πρὸς τὸ μέσον, καθὰ καὶ τῷ Θεοδοσίῳ ἀποδέδεικται ἐν τοῖς Σφαιρικοῖς· οὕτω δὴ καὶ ἐπὶ τοῦ σφαιροειδοῦς ἐνόπτρου ἐὰν πρὸς ὀρθὰς γωνίας ἀπό τινος ὁρωμένου ἀφεθῇ τις εὐθεῖα, πρὸς τὸ κέντρον τοῦ ἐνόπτρου πεσεῖται. 3. Οὐκέτι ὁρᾶται p. 286, 12 οὐκοῦν ἐν τοῖς ἐπιπέδοις ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων ὁρᾶται κατʼ ἐκεῖνο τὸ μέρος, καθʼ ὃ σύμπτωσις γίνεται ἐκβαλλομένων τῆς τε ὄψεως καὶ τῆς ἀπὸ τοῦ ὁρωμένου καθέτου, ὥσπερ ἐπὶ τοῦ ὑποκειμένου ὑποδείγματος τὸ ∠ 1. p. 2. V1 p. 3. V pq. 7. αὐτήν] p, αὐτόν V. 8. τι] p, om. V. 9. ἐκεῖνο] V, ἐκεῖ p. νεύσει] dubium. in V in p. 12. σφαιροειδοῦς] V, σφαιρικοῦ p. 15. σχόλιον add. m. 2 V. 19. ὑποκειμένου] u. nr. 4. ∠ τό] V q, δέ p. τὸ ὁρώμενον ἔξω δοκεῖ ἔσω ὁρᾶσθαι ἐν τῷ ἐσόπτρῳ κατὰ τὴν σύμπτωσιν. 4. Τοῦ Ε καταληφθέντοςοὐκέτι ὁρᾶται τὸ ὁρώμενον, ὃ κατὰ μὲν τὸ ἀληθὲς ἔξω ὁρᾶται τὸ ∠, δοκοῦν δὲ ὁρᾶσθαι πρὸς τῇ συμπτώσει. 5. Τοῦ Ε καταληφθέντος οὐκέτι ὁρᾶται τὸ ὁρώμενον, ὅ ἐστι τὸ ∠, ὃ κατὰ μὲν τὸ ἀληθὲς ὁρᾶται πρὸς τῷ τόπῳ τῷ ἀντικρὺ τοῦ Β, φαινόμενον δὲ πρὸς τῇ συμπτώσει.