<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg5022.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><p>1. Τουτέστι κατὰ συνέχειαν p. 148, 18—<del status="error">19</del> οὐ τοῦτο
                        ἔοικε λέγειν τὸ κατὰ συνέχειαν ἤγουν συνεχῶς καὶ ἐχομένως ἀεί· εἴη γὰρ ἂν
                        ἐναντίον τῷ ἐν διαστήματι φέρεσθαι καὶ ἐκ διαστημάτων ταύτας ὑπάρχειν· λέγει
                            <lb n="5"/> δὲ κατὰ συνέχειαν τὸ ἐφεξῆς μεταπίπτειν καὶ μὴ πεπλανημένως,
                        ἀλλὰ κατὰ μετάβασιν προϊούσας καὶ μεθισταμένας.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Ἔφερεν αἰτίας p. 148, <del status="error">22</del> ἤγουν αἰτιάματα ὡς μὴ
                        κατὰ λόγον λεγόμενον αἰτιώμενος αὐτό.</p><lb n="10"/></div><div type="textpart" subtype="section" n="3"><p>3. Οἷον γωνίαι p. 154, <del status="error">2</del> κἀντεῦθεν ὅρα τὸ ἐν
                        διαστήμασι τὰς ὄψεις φέρεσθαι, νόει δὲ ταῦτα τὰ διαστήματα βραχύτατα ὅσον
                        οἷόν τέ ἐστι μάλιστα, ὅσον ταῖς πρὸς τῷ ὄμματι γωνίαις ἐγγίζει <gap reason="omitted"/> πορρώτερον τοῦ ὄμματος ἀεὶ μείζω γίνεται <gap reason="omitted"/> κέντρου γὰρ τοῦ <lb n="15"/> ὄμματος νοουμένου ἀνάγκη
                        τὰς ὄψεις κωνοειδῶς φέρεσθαι καὶ προϊούσας μᾶλλον ἀλλήλων σχίζεσθαι, ὃ καὶ
                        δῆλον αἴτιον γίνεσθαι τοῦ πᾶν μέγεθος ἔχειν τι διάστημα, ἀφʼ οὗ οὐχ ὁρᾶται.
                        μέχρι μὲν γὰρ ἔγγιον ὂν μεῖζον ᾖ τοῦ τῶν ὄψεων διαστήματος, ὁρᾶται, ἐπειδὰν
                            <lb n="20"/>
                        <note type="footnote">1. v1. 2. v1. 3. v1.</note>
                        <note type="footnote">14. Ante πορρώτερον septem litterae, quas extricare
                            nequeo. 15. ὄματος v1. Ante κέντρου comp incertum (ἐξ ἀνάγκης?). 16.
                            ἀνάγκη] comp v1.</note>
                        <pb n="252"/> δὲ πορρώτερον γενόμενον μείζονι ἑαυτοῦ διαστήματι τῶν ὄψεων
                        ἐντύχῃ, ἤδη μηδαμῶς αὐτοῦ τῶν ὄψεων ἐφαπτομένων διὰ τὸ παρεμπεπτωκέναι τῷ
                        διαστήματι αὐτῶν οὐχ ὁρᾶται.</p><lb n="5"/><p>Ad definitiones.</p></div><div type="textpart" subtype="section" n="4"><p>4. Τὰ ὑπὸ μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται οὐχ ἑαυτῶν, ἀλλὰ μείζονα
                        δηλονότι, ἢ εἰ ἑωρᾶτο ὑπὸ ὀξείας γωνίας· οἷον ὡς ἐν ὑποδείγματι ἔστωσαν δύο
                        τρίγωνα ἴσα τὰ ΒΓ∠, Β Κ Λ, μείζων δὲ ἔστω ἡ <lb n="10"/> τοῦ ΒΓ∠
                        τριγώνου πρὸς τῷ Β γωνία, παῤ ὃ ἡ τοὺ ΒΚ Λ πρὸς τῷ αὐτῷ σημείῳ. λέγω, ὅτι τὸ
                        ΒΓ∠ τρίγωνον ὑπὸ μείζονος γωνίας ὁρώμενον, παῤ ὃ τὸ ΚΒΛ, μεῖζον
                        φαίνεται τοῦ ΚΒΛ διὰ τὸ τὴν ὑπὸ ΓΒ∠ γωνίαν εἶναι μείζονα τῆς ὑπὸ ΚΒΛ.
                        ἢ τὸ μείζονα ἐνταῦθα <lb n="15"/> τὸ συγκριτικὸν ἀντὶ ἁπλοῦ κεῖται ὡς εἶναι
                        τὸ μείζονα φαίνεσθαι ἀντὶ τοῦ μεγάλα φαίνεσθαι, ὥσπερ τὸ ἐναντίον τὰ ὑπὸ
                        ἐλάσσονος γωνίας θεωρούμενα μικρὰ φαίνεται καὶ τὰ ὑπὸ ἴσης ἴσα.</p></div><div type="textpart" subtype="section" n="5"><p>5. Μετεώρους μὲν ἀπλῶς <lb n="20"/> ἀκτῖνας τὰς μακρὰς ὀνομάζει καὶ ὑψηλάς,
                        μετεωροτέρας δὲ τούτων αὐτῶν πάλιν τὰς μακροτέρας τε καὶ ὑψηλοτέρας· οἷον ὡς
                        ἐν ὑποδείγματι ἔστωσαν τρία μεγέθη <lb n="25"/> ἀλλήλων ἀπέχοντα ἱκανὸν
                        διάστημα τὰ ΒΓ, ∠Ζ, Κ Λ, καὶ προσπιπτέτωσαν ἐπʼ <note type="footnote">4. V2 (ad def. 4). 5. V2 (ad def. 5).</note>
                        <note type="footnote">1. Post γενόμενον del. . . . τῶν διαστήματος γενόμενον
                            v1. 6. σχόλιον V2 7. δηλονότι] supra scr. m. 1 V2. 15. συγγριτικόν
                            V2.</note>
                        <pb n="253"/> αὐτὰ ὄψεις αἱ ΒΝ, ∠Ν, ΚΝ. λέγω, ὅτι ἴσων μεγεθῶν τούτων
                        ὑποκειμένων καὶ ἀπὸ τοῦ Ν σημείου, καθʼ ὅ ἐστι τὸ ὄμμα, τῶν ἀκτίνων
                        προσπιπτουσῶν μετεωροτέρα ἐστὶν ἡ μὲν ΒΝ ἀκτὶς τῆς ∠Ν, ἡ δὲ ∠Ν
                        τῆς ΚΝ, καὶ ὁμοίως ἂν τοῦτο ὑπῆρχεν, εἰ καὶ ἕτεραι <lb n="5"/> πλείους αὐτῶν
                        ἦσαν.</p></div></div></body></text></TEI>