77. Τὸ αὐτό p. 88, 3 ἤτοι ἡ ΑΒ, ΕΓ, ∠Ζ· αἱ αὐταὶ γὰρ ἴσαι ἐλήφθησαν. 78. Ἡμίσεια ἡ ὑπὸ ΒΕΑ p. 88, 8 διὰ τὸ λδ΄ τοῦ α΄ τῶν Στοιχείων· δίχα γὰρ τέτμηται τὸ παραλληλόγραμμον ὑπὸ τῆς ΕΒ εὐθείας. 79. Μέγιστον δέ p. 88, 15 φανήσεται γὰρ εὐρυχωροτέρα ἡ πρὸς τῷ Ε γωνία, εἰ ἐκ τοῦ Α διάμετρος ἀχθείη πρὸς τὸ μέρος τοῦ Β. 80. Πᾶσαι γὰρ αἱ p. 90, 7 ἴσα γὰρ τὰ τρίγωνα τὰ ὑ πὸ τῆς ἀκτῖνος τοῦ ὄ μματος καὶ τῶν ἀ πὸ τοῦ κέντρου καὶ τῆς ΑΒ περιεχόμενα. 81. Μέση ἀνάλογον p. 92, 23 ὥστε τὸ ὑπὸ τῶν ἄκρων ἴσον τῷ ἀπὸ τοῦ μέσου.