57. Τὸ ἴσον ἄρα p. 58, 9 ἴσον μὲν ταῖς ὄψεσι φαίνεται διὰ τὸ ὑπὸ ἴσων γωνιῶν ὁρᾶσθαι, οὐκ ἔστι δὲ τὰ γὰρ ἀνωτέρω τοῦ κώνου στενοῦνται. 58. Ἴσαι αἱ γωνίαι, ὅτι τὰ ἐπίπεδα τοῖς αὐτοῖς ἐμπεριέχεται διαστήμα σιν · ἐξ ὡρισμένων γὰρ εὐθειῶν παρ έδωκεν οπτικον ἐξενεχθῆ ναι αὐτάς. 59. Αἱ ΓΒ, ΒΖ ἄνισοι p. 68, 16 δύο γὰρ τρίγωνά εἰσι τὰ ΒΓΑ, ΒΖ Α ὀρθὴν ἔχοντα γωνίαν τὸ μὲν τὴν πρὸς τῷ Γ, τὸ δὲ τὴν πρὸς τῷ Ζ, καί ἐστι λοιπὸν τὸ ἀπὸ τῆς ΒΑ ἴσον ἀνὰ μέρος τῷ ἀπὸ τῶν ΒΓ, ΓΑ καὶ τοῖς ἀπὸ τῶν ΒΖ, ΖΑ. ἀλλʼ ἡ ΓΑ μείζων ἐδείχθη τῆς ΖΑ. ὥστε, ὅπερ ἐλλείπει τὴν ΖΑ, ἔξει τοῦτο ἡ ΒΖ καὶ ἔσται μείζων τῆς ΒΓ.