31. Ἄχρις οὗ συμβαλεῖ p. 28, 24 τουτέστι μέχρις ἂν τὸ πέρας τοῦ ὕψους ἢ τὸ ἄκρον δηλαδὴ τὸ Α ἐμφανήσεται τῷ κατόπτρῳ μετακινουμένῳ· οὐ γὰρ κατὰ πρώτην τυχὸν προσβολὴν τῆς ὄψεως κατʼ ἔμφασιν ὁραθήσεται παρὰ τῆς ὄψεως ἐν τῷ κατόπτρῳ τὸ ἄκρον τοῦ ὕψους. 32. Ἐν τοῖς Κατοπτρικοῖς p. 30, 3 διὰ τὸν ἐν τοῖς Κατοπτρικοῖς ὅρον prop. Ι . 33. Ἴση γωνία ἡ ὑπὸ ΕΖΒ p. 30, 25 κάθετοι γὰρ α ΕΖ καὶ Α∠. 34. Ἀλλὰ καὶ ἡ ὑπὸ ΑΒ∠ p. 30, 26 κατὰ κορυφὴν γάρ. 35. Καὶ ἡ τρίτη ἄρα p. 30, 26 δι᾿ ὃν λόγον ἄνωθεν γέγραπται.