1. Διάστημα p. 2, 3 ἤτοι κατὰ διαστάσεις καὶ τὰς ἀπʼ ἀλλήλων ἀποτμήσεις. 2. Ἐν διαστήματι p. 4, 1 τουτέστι κατὰ διάστασιν. 3. Τουτέστιν ἐπεὶ μὴ συνεχεῖς προσπίπτουσιν αἱ ὄψεις, ἀλλὰ κατὰ διάστημα, ἔσονταί τινα ἐν τῷ Α∠ διαστήματι, πρὸς ἃ αἱ ὄψεις οὐ προσπεσοῦνται. 4. Δεῖ γὰρ τὰ ὁρώμενα ἀπόστασίν τινα ἔχειν πρὸς τὸ ὄμμα· οὕτω γὰρ ὁραθήσεται· ὡς εἴ γε μηδεμίαν ἔχει ἀπόστασιν, οὐχ ὁραθήσεται. 5. Μείζων ἂν ἦν τῆς Γ∠ p. 4, 20 μάνθανε, διὰ τί μείζων ἡ ΚΛ τῆς Γ∠ καίτοι ἴση οὖσα κατὰ τὴν ὑπόθεσιν, ὅταν διέλθῃ καὶ ἡ ΕΚ καὶ ἡ Ε Λ διὰ τῆς Γ∠. ἐπεὶ παράλληλος ἐλήφθη ἡ Γ∠ τῇ ΚΛ, καὶ εἰς αὐτὰς ἐμπέπτωκεν εὐθεῖα ἡ ΚΕ, ἐγένετο ἡ ἐκτὸς γωνία ἴση τῇ ἐντὸς καὶ ἀπεναντίον ἡ ὑπὸ ∠ΓΕ τῇ ὑπὸ ΛΚΓ. διὰ τὸν αὐτὸν λόγον καὶ ἡ πρὸς τῷ ∠ τῇ πρὸς τῷ Λ. ἔστι δὲ καὶ κοινὴ γωνία ἡ πρὸς τῷ Ε· καί εἰσι δύο τρίγωνα τὰ ΓΕ∠, ΚΕΛ τὰς τρεῖς γωνίας ἴσας ἀλλήλαις ἔχοντα — ἡ πρὸς τῷ Γ τῇ πρὸς τῷ Κ, ἡ πρὸς τῷ ∠ τῇ πρὸς τῷ Λ, κοινὴ ἡ πρὸς τῷ Ε —, τῶν δὲ 1. Vb. 2. V2. 3. V2. 4. V2. 5. Vb. 12. Per totum schol. Ε positum est pro Β. ἡ (alt. )] supra scr. τῆς Γ∠] h. e. τῶν Γ, ∠. ἰσογωνίων τριγώνων ἀνάλογόν εἰσιν αἱ περὶ τὰς ἴσας γωνίας πλευραὶ διὰ τοῦ δʹ τοῦ Ϛʹ τῶν Στοιχείων. ἔσται οὖν ὡς ἡ Ε∠ πρὸς τὴν ∠Γ, οὕτως ἡ ΕΛ πρὸς τὴν ΛΚ· καὶ ἐναλλάξ, ὡς ἡ Ε∠ πρὸς τὴν ΕΛ, οὕτως ἡ Γ∠ πρὸς τὴν ΚΛ. μείζων δὲ ἡ ΕΛ τῆς Ε∠· μείζων ἄρα καὶ ἡ ΚΛ τῆς Γ∠.