Περιηγητοὺ Διονυσίου βίος . L. Διονύσιος ὁ Περιηγητὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρεύς. ABLV. γέγονε δὲ ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπὶ αὐτοῦ. ALV. (ἐπὶ τῶν Ῥωμιαϊκῶν σκήπτρων ὢν μετὰ Αὐγούστου Καίσαρος ἢ ἐπʼ αὐτοῦ. B.) φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα· Λιθιακά, Ὀρνιθιακά, Βασσαρικά. ABLV. τοῦτο δὲ λέγεται εἶναι γνήσιον αὐτοῦ ποίημα καὶ τὰ Λιθιακά. LV. (λέγεται δὲ αὐτοῦ γνήσιον τοῦτο καὶ τὰ Λιθιακά. B.) διαφέρει δὲ γεωγραφία χωρογραφίας· ὅτι ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐκέτι δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὐκέτι δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωορογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν. BLV. ὁ γοῦν Διονύσιος οὗτος ἐγένετο κατὰ Νέρωνα τὸν τῶν Ῥωμαίων βασιλέα. ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. CV. ἄνεμοι εἰσὶ ιβ´· ἀπὸ μὲν τῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ δύσεως Ζέφυρος, ἀπὸ ἄρκτου Ἀπαρκτίας; ἀπὸ μεσημβρίας δὲ Νότος, μέσον δὲ ἀνατολῆς καὶ μεσημβρίας Εὖρος καὶ Εὐρόνοτος , ἀπὸ ἀνατολῆς ἐπὶ ἄρκτον Καικίας καὶ Βορρᾶς, ἀπὸ ἄρκτου ἐπὶ δύσιν Θρασκίας καὶ Ἰάπυξ, ἀπὸ δὲ μεσημβρίας ἐπὶ δύσιν Λιβόνοτος καὶ Λίψ. BV. (ἰστέον δὲ ὅτι ἄνεμοί εἰσι δώύδεκα, ἐγείρονται δὲ ἐκ τῶν τεσσάρων περάτων, ἀνατολῆς, δυσμοῦ, ἄρκτου καὶ μεσημβρίας· πρῶτος Ἀπηλιώτης, δεύτερος Καικίας, τρίτος Βορρᾶς ὁ καὶ Θρᾷξ, τέταρτος Ἀπαρκτίας, πέμπτος Θρασκίας, ἕκτος Ἰάπυξ, ἕβδομος Ζέφυρος, ὄγδοος Λίψ, ἔνατος Λιβόνοτος, δέκατος Νότος, ἑνδέκατος Εύρόνοτος δωδέκατος Εὖρος. L.) Ἐξήγησις εἰς τὴν τοῦ Διονυσίου οἰκουμένης περιήγησιν εἰδικῶς γραφεῖσα. B. ἀρχόμενος: (ἀρετῆς καὶ σπουδῆς ὁ παλαιὸς ἐπιμελούμενος) θεοῦ μὲν ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν ἐπειγόμενος συναποδημῆσαι τῷ λόγῳ. (ἐν τῷ προοιμίῳ δὲ τὴν ἑαυτοῦ ἀρετὴν ἐπιδείκνυσι κεφαλαιωδῶς διὰ βραχέος καὶ τὸν σκοπὸν αὐτοῦ ἐκδιδάσκων καὶ τὸν ἀκροατὴν διὰ τούτων προθυμιότερον ἐργαζόμενος.) μετʼ οὐ πολὺ δὲ προϊὼν συμπεριλαμβάνει τὰς Μούσας εὔνοιαν ἐπισπώμενος τῇ τέχνῃ· φησὶ γάρ· ὑμεῖς, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους [62]. προθέμενος γὰρ θάλασσαν καὶ ποταμοὺς ιἄδειν, οἰκείως προτίθησιν ὠκεανοῖο, ὃς γένεσίς ἐστι τῶν στοιχείων· κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεώς ἐστιν. ABCV. τάξις τῆς περιηγήσεως, ἢ περὶ ὁρισμῶν, περὶ ὠκεανοῦ, περὶ Εὐρώπης, περὶ κόλπων, περὶ νήσων, περὶ Λιβύης, περὶ Ἀσίας. A. ἀρχόμενος γαῖάν τε: περιέχει ἡ γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχήν, τουτέστιν ὠκεανοῦ. ABCV. διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς δύο, εἰς Ἀσίαν καὶ Εὐρώπην, ὑποδιαιροῦσιν δὲ Εὐρώπην εἰς Λιβύην, ὡς Διονύσιος. ABCV. (ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ ὡς περιέχοντος) τὴν γῆν διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης, ἐπεὶ καὶ αὐτῆς θέσεώς ἐστιν· εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν τὴν πᾶσαν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες. εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. ABC. τριχῶς ἡ γραφὴ τοῦ πόλιας· κοινῶς μὲν μετὰ ῑ·, Ἰωνικῶς δὲ η̄, κατὰ παλαιὰν δὲ Ἰωνικὴν διάλεκτον ὀξύτονον. V. ἄκριτα] τὰ διὰ τὸ πλῆθος κρίνεσθαι ἤγουν χωρίζεσθαι μὴ δυνάμενα. D. ὠκεανοῖο] τοῦ περιέχοντος πάντα. A il (d. i. inter lineas). ἐν γὰρ ἐκείνῳ] ὑπʼ ἐκείνου ἢ διʼ ἐκείνου. A il. πᾶσα χθών: ἤτοι χθὼν ἐστεφάνωται τῷ ὠκεανῷ, ἢ ὑπὸ τοῦ ὠκεανοῦ ἐστεφάνωται· κατὰ γὰρ Πτολεμαῖον καὶ Ἵππαρχον ἄμφω τῶν νοτίων [so] ὠκεανὸς καταρρέων διʼ ἀμφοτέρων παύεται. A. πᾶσα χθὼν ἅτε νῆσος ἀπείριτος ἐστεφάνωται: οὐ σὺν τῇ ἀοικήτῳ ἀκουστέον· οἰκουμενικὸν γὰρ τὸ σύνταγμα. ABC. Ἐρατοσθένους δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ. BC. ὥσπερ νῆσος ἐστεφάνωται. A il.