ΣΧΟΛΙΑ. Γίνος Διονυσίου Ἀλεξανδρέως τοῦ περιηγητοῦ. Διονύσιος ὁ Περιηγητὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρέως. Γέγονε δὲ ἐπὶ τῶν Ῥωμαῖκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπʼ αὐτοῦ. Οἱ δὲ κατὰ Νέρωνα τὸν Ῥωμαίων βασιλέα φασὶ γενέσθαι. Ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. Φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα, Λιθιακά τε καὶ Ὀρνιθιακὰ καὶ Βασσαρικά. Ὧν τὰ μὲν Λιθιακὰ ἐκρίθησαν ἴδια Διονυσίου καὶ αὐτὰ διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα· τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἄξια τούτου κριθέντα εἰς τὸν Σάμιον ἀνενέχθησαν Διονύσιον· τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφέα Διονύσιον. Τὸ δὲ παρὸν ποίημα ἱστορικόν τινες ἐκάλεσαν, συγκείμενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ τὴν ἱστορίαν φασὶ διαιρεῖσθαι. τὰ ἔπη, ὡς ἐν τοῖς αὐτοῦ Λιθιακοῖς ἀποδέδεικται· ποτὲ δὲ τῷ γλαφυρῷ διατορεύων, ὡς ἐκ τοῦ παρακειμένου βιβλίου σαφες. Ὅτι δὲ διαβέβληται τὸ παχὺ, σαφῶς ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ· διασύρων γὰρ Ἀντιμάχου τὸ ποίημα τὴν Λύδην ἔφη· Λύδη καὶ παχὺ γράμμα καὶ οὐ τορόν. Κρημνοποιός τε καὶ στόμφαξ παρὰ τοῖς τραγικοῖς Αἰσχύλος εἴρηται, ἐπεὶ μὴ κέχρηται καθαρᾷ καὶ ἀνειμένῃ τῇ λέξει. Τί δεῖ παραλαμβάνειν Ἀριστοφάνην, τὰ φαῦλα τῶν ποιημάτων ἐν τοῖς Βατράχοις οὐ μετρίως κωμῳδήσαντα; Τοῦ πράγματος οὖν ἐπείγοντος ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐξήγησιν, ἄλλως τε καὶ τὸ κρίνειν οὐχ ἡμῶν (ἡ γὰρ μείζων ἐπαγγελλομένη τοῦτο φιλοσοφία τῇ τῶν ἐλέγχων ἀληθείᾳ τὸν ἐπιχειρεῖν ἐθέλοντα δυσωπεῖ), τοιγαροῦν ἴωμεν ἐπὶ τὴν ἐξήγησιν. Κατὰ τί διαφέρει γεωγραφία χωρογραφίας; ὅτι ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐχὶ δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὔχὶ δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωρογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν. Τίνες πρότερον ἐν πίνακι τὴν οἰκουμένην ἔγραψαν; Πρῶτος Ἀναξίμανδρος· δεύτερος Μιλήσιος Ἑκαταῖος· τρίτος Δημόκριτος Θαλοῦ μαθητῆς· τέταρτος Εὔδοξος. Οὗτοι οἱ μὲν στρογγυλοειδῆ ἔγραψαν, Δημόκριτος προμήκη, Κράτης ἡμικύκλιον, Ἵππαρχος τραπεζοειδῆ, ἄλλοι δὲ οὐροειδῆ. Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν] Τὸ προοίμιον οἰκεῖον ἔταξε τῇ ὑποθέσει καὶ οὐκ ἀσύμφωνον τῷ σκοπῷ. Θεοῦ γὰρ ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν, ὥσπερ ἐπειγόμενος συναποδημῆσαι τῷ λόγῳ. Ζηλοῖ δὲ τὸν Ἀπολλώνιον, οὐ χαρακτῆρος ὢν ἐραστὴς, ἀλλ᾿ ἐπικαίρου διὰ τὴν χρείαν ἐπιβολῆς. Προθέμενος οὖν οἰκουμένην γράψαι γῆν τε καὶ θάλασσαν, ὡρισμένην ὁμοῦ τοῖς εἰς αὐτὴν εἰσβάλλουσι ποταμοῖς, ὠκεανὸν προλαμβάνει τῇ μνήμῃ καλῶς, εἴγε θεῶν καθʼ Ὅμηρον (Il. 14, 201) εἴρηται γένεσις, ὧν ἡ ἔννοια σημαίνει τὰ κοσμικὰ στοιχεῖα κατά τινας· εἶναι γὰρ αὐτῶν πρῶτον τὸ ὕδωρ, ὁμοίως δὲ καὶ τὴν γῆν. Ἡ γὰρ τοῦ Ἡρακλείτου δόξα τὰ πάντα φησὶν ἐκ ῥοῆς εἶναι καὶ στάσεως. Προϊὼν δὲ μετʼ οὐ πολὺ συμπαραλαμβάνει τὰς Μούσας, εὔνοιάν τινα παραφυλάτων ἅμα τῇ τέχνῃ. Παραιτεῖται δὲ τὸ ἀμάρτυρον, ἴσως ἐκ τοῦ Καλλιμάχου τοῦτο μαθὼν, ἐπεὶ κἀκεῖνος “ἀμάρτυρον οὐδὲν ἀείδω” φησί. Διατετηρημένην δὲ ἐν τοῖς ἑξῆς ἀποδιδοὺς ἑαυτῷ τὴν πίστιν ἐπάγει τὸ ἔπος; εἰπών (vs. 62)· ὑμεῖς δ᾿, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους. Περιέχει γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. Εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχὴν, τουτέστιν τοῦ ὠκεανοῦ. Ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ, ὡς περιέχοντος τὴν γῆν, διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης λέγει , ἐπεὶ καὶ τῆς αὐτῆς θέσεώς ἐστι (εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν πᾶσαν τὴν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες)· εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. Διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς τρία, εἰς Ἀσίαν Εὐρώπην τε καὶ Λιβύην. Προθέμενος δὲ θάλασσαν καὶ ποταμοὺς ᾄδειν, οἰκείως προτίθησιν ὠκεανὸν, ὃς γένεσίς ἐστι τοῖς θεοῖς, τουτέστι τοῖς στοιχείοις. Κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεως. Οὐ σὺν τῇ ἀοικήτῳ ἀκουστέον· οἰκουμενικὸν γὰρ τὸ σύνταγμα. Ἐρατοσθένὸυς δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ. Ἴδωμεν δὲ αὐτὸς ὁποῖον ἐθέλει δεῖξαι τὸ καθόλου σχῆμα, καὶ ὡς ἐνίοις εἶναι δοκεῖ· τό γε ἀληθέστερον ὁ πεζὸς τῶν περιηγημάτων ἀκριβέστερος ὢν ἐπικρίνει λόγος. Οὐ βούλεται γὰρ ὁ Πτολεμαῖος ἐν κύκλῳ κεῖσθαι τὸν ὠκεανὸν, ἀλλὰ χωρίζει τῶν ἄλλων αὐτὸν ἰδίᾳ θαλασσῶν, καὶ ὑποτίθεται περὶ τὴν ἑσπέραν, οὕτως καλῶν ἄγνωστον καὶ δυτικὸν, οὗ τὴν ἀρχὴν ἐπὶ τὰ βόρεια παρακεῖσθαι μὲν Θούλῃ τῇ νήσῳ, καλεῖσθαι δὲ Σαρματικὸν ὠκεανὸν, ἀγνώστου παρακειμένης τινὸς γῆς· τὸν δὲ συνημμένον αὐτῷ καὶ οὐχ ἕτερον ὄντα δυτικὸν μὲν διὰ τὸν ἐπέκεινα τόπον, διήκειν δὲ μέχρι τοῦ καλουμένου περὶ τὴν ἐντὸς Αἰθιοπίαν ἑσπερίου κόλπου καὶ πεδίου Πυρροῦ φερωνύμως ἐκ τοῦ ποιοῦ χρώματος εἰρημένου, μεθʼ ὃ Λιβύην ὁμοῦ συνάπτει καὶ ἀναπαύει τῷ Νείλῳ. Τό τε Ἰνδικὸν πέλαγος, ὅπερ ἐστὶ τῆς Ἐρυθρᾶς, ἄρχεται μὲν ἐκ τοῦ Ἀραβικοῦ κόλπου, παρατείνει δὲ μέσον ἔχον Ταπροβάνην νῆσον ἕως Μεγάλου τοῦ παῤ Ἰνδοῖς τε καὶ Σινδοῖς οὕτως καλουμένου ἑῴου κόλπου. Καὶ ταῦτα μὲν αὐτοῖς ὑπό τι διαπεφώνηται· δείκνυται δὲ τὸ αἴτιον· περὶ γὰρ ἄλλων οὐκ ἀμφίβολος ἡ δόξα· κατάλληλον πρόθωμαι. Φησὶ γὰρ ὁ ἀνὴρ (Ptol. 7, 5) διαιρεῖσθαι μὲν τὴν οἰκουμένην ἅπασαν εἰς τρεῖς ἠπείρους, Λιβύην, Εὐρώπην, Ἀσίαν· καὶ ἐκ μὲν τῶν ἑῴων ἀγνώστῳ γῇ περιορίζεσθαι τῇ παρακειμένῃ τοῖς ἀνατολικοῖς ἔθνεσι τῆς Μεγάλης Ἀσίας, Σιναῖς τε καὶ Σηρικῇ· ἐκ δὲ μεσημβρίας ὁμοίως ἀγνώστῳ γῇ περικλειούσῃ τὸ Ἰνδικὸν πέλαγος· ἐκ δὲ τῶν δυτικῶν γῇ τε ἀγνώστῳ περιλαμβανούσῃ τὸν Αἰθιοπικὸν οὕτω λεγόμενον κόλπον καὶ τῷ δυτικῷ ἐφεξῆς ὠκεανῷ καὶ πελάγει τῷ περιέχοντι τοῖς ἐκεῖ πέρασιν ὁμοῦ Λιβύης τε καὶ Εὐρώπης· ἐκ δὲ τῶν ἄρκτων αὐτὴν περιέχεσθαι τῷ περιέχοντι Θούλην ὠκεανῷ καὶ Βρεττανίαν καὶ τὰ βορειότερα μέρη τῆς Εὐρώπης· καλεῖσθαι δέ φησι τὸν ἀρκτῶον ὠκεανὸν Σαρματικόν τε καὶ Δουηκαληδόνιον· οὐ μὴν ἀλλὰ καὶ γῇ ἀγνώστῳ περιέχεσθαι, παρακειμένῃ ταῖς ἀρκτικωτάταις χώραις τῆς μεγάλης ἑῴας, Σαρματίαις τε καὶ Σκυθίαις καὶ τῇ Σηρικῇ· δύο γὰρ Σκυθίαι καὶ δύο Σαρματίαι, αὕτω· Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους, καὶ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους, καὶ Σαρματία ἡ ἐπ᾿ Εὐρώπῃ, καὶ Σαρματία ἡ ἐν Ἀσίᾳ. Τὰς δὲ θαλάσσας ὧδε ἔφη καθόλου κεῖσθαι· μίαν μὲν τὴν καθʼ ἡμᾶς ἅμα τοῖς κόλποις, Ἀδριατικῷ τε καὶ τῷ Αἰγαίῳ πελάγει καὶ Προποντίδι καὶ Πόντῳ καὶ Μαιώτιδι λίμνῃ, φέρεσθαι δὲ διὰ τῶν Ἡρακλέους στηλῶν, ἀρχομένην ἐκ τῶν Ἰβήρων· ἑτέραν δὲ διώνυμον οὕτω λέγεσθαι Κασπίαν τε καὶ Ὑρκανίαν, ἣν ἀποκλείουσά τις ἤπειρος ἐκ τοῦ ἐναντίου νησοποιεῖ τὴν θάλασσαν· τρίτην δὲ εἶναι τὴν Ἰνδικὴν, ἐπιφανῆ τοῖς ἐν αὐτῇ διαπρέπουσι κόλποις, Ἀραβίῳ τε καὶ Περσικῷ, Γαγγητικῷ τε καὶ τῷ ἰδίως οὕτω καλουμένῳ Μεγάλῳ· περιλαμβάνεσθαι μέντοι καὶ αὐτὴν ὑπὸ ἀγνώστου, καὶ μείζονα μὲν ἔφη τῷ καταλόγῳ τῶν ἄλλων καὶ πρώτην, δευτέραν δὲ τὴν καθʼ ἡμᾶς τῷ μεγέθει, ἐλαττοῖ δὲ τὴν Ὑρκανίαν, καὶ ὑπὸ ταύτης ὁρίζει. Ἐπειδὴ δὲ καὶ τῶν κόλπων οὐκ ὠλιγώρησε δεῖξαι τὸ μέγεθος, ὁμοίως καὶ τούτους ἐροῦμεν ἐν ἀριθμῷ. Ἔστι γὰρ, φησὶ, μείζων αὐτῶν καὶ πρῶτος ὁ Γαγγητικὸς, μεθʼ ὃν ὁ Περσικὸς, εἶδʼ ὁ καλούμενος οὕτως ἑῷος Μέγας, καὶ μετὰ τοῦτον ὁ Ἀράβιος, πέμπτος ὁ Αἱθιοπικὸς, ἕκτος ὁ Ποντικὸς, ἕβδομος ὁ Αἰγαῖος, ὄγδοος ἡ Μαιῶτις, ἔννατος ὁ ἐπὶ Δαλματίαν εἰσβάλλων, ὃς Ἀδριατικός τε καὶ Ἰόνιος καλεῖται, μεθʼ ὃν δεκάτη τῶν εἰρημένων ἡ Προποντίς. Εἰ δὲ δεῖ καὶ περὶ τῶν νήσων εἰπεῖν, ἥτις αὐτῶν μείζων καὶ λόγῳ διαφερόντως ἔνδοξος, αὐτόθεν ὡς ἐκείνῳ δοκεῖ παραστήσομεν. Πρωτεύει μὲν ἡ Ἰνδικὴ Ταπροβάνη μεγέθει καὶ δόξῃ· μεθ᾿ ἣν ἡ Βρεττανικὴ καλουμένη, παρὰ δὲ τοῖς οἰκοῦσιν αὐτὴν Ἀλουιωνίς, τρίτη δὲ ἡ Χρυσῆ, χερρόνησος Ἰνδική· τετάρτη τῶν Βρεττανῶν ἡ ἑτέρα λεγομένη παῤ αὐτοῖς Ἰουερνία· πέμπτη τούτων ἡ Πελοπόννησος, καὶ ἡ Σικελία μετʼ αὐτὴν ἕκτη· Σαρδὼ μετʼ ἕκείνην ἑβδόμη· μετὰ δὲ ταύτην ἡ Κύρνος ὀγδόη· Κρήτη δὲ τάξεως ἐννάτης· μετὰ δὲ ταύτην ἡ Κύπρος οὖσα δεκάτη τῷ καταλόγῳ, εἰπεῖν δὲ κορωνίς. Καὶ ταῦτα μὲν οὔτως ὁ Πτολεμαῖος ὁρίζει. Διονύσιος δὲ τοῦ Ἐρατοσθένους ὢν ἐραστὴς ἐν κύκλῳ φησὶ τὸν ὠκεανὸν κεῖσθαι, νῆσον δὲ ὥσπερ ὑπ᾿ αὐτοῦ περιλαμβάνεσθαι τὴν οἰκουμένην γῆν (ὁ γὰρ λόγος οὕτω περὶ ταύτης καὶ οὐ τῆς ἐκτετοπισμένης)· οὐκέτι μέντοι διηνεκῶς αὐτῷ συντυπουμένην τῷ σχήματι, ἀλλὰ ταῖς ἑκατέρωθεν ἐξοχαῖς ἀπαρτίζειν ἄμφω τὰ πέρατα εἰς ὀξὺ, διὸ καὶ σφενδόνῃ παραπλησίαν εἶναι καθʼ ὑπόδειγμα γίνεται. Φησὶ γὰρ οὕτως (v 5)· οὐ μὴν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους, σφενδόνῃ εἰοικυῖα. ” Τί γὰρ οὐχὶ καὶ τὴν ἀοίκητον εἴρηκε; δῆλον, ἐπεὶ μὴ οἷός τε ἦν ἐπιδεῖξαι, μήτε ἀστρονομίαν ἐπαγγέλλεται. Σφαῖραν γὰρ αὐτὴν ἂν εἰκότως ἔφη εἶναι περιφερῆ μᾶλλον ἢ σφενδονοειδῆ ἢ κῶνον κατ᾿ ἐνίους· ἄλλως τε καὶ διὰ τῆς ἐπιγραφῆς ὡμολόγησεν· ἐπιγέγραπται γὰρ Οἰκουμενικόν. Τίς οὖν αὐτοῖς αἰτία τοῦ διαφωνεῖν ἀλλήλοις; οὐκ ἴσμεν. Ὅτι δὲ κυκλοτερῆ τὸν ὠκεανὸν ὁ Διονύσιος οἶδεν, αὐτὸς ὁμολογεῖ διὰ τῶν ἐπῶν οὕτως (v. 3)· “ ἐν γὰρ ἐκείνῳ πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται.” Καὶ ἐν τοῖς ἑξῆς (v. 27)· “ πάντη δʼ ἀκαμάτου φέρεται ῥόος ὠκεανοῖο, εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς. ” Εἰτα ὑποκαταβαίνων οὕτως (v. 41)· « ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν· » Ὁμηρικῶς δὴ πρὸς ταύτην τὴν δόξαν· ὁ Ποιητὴς γὰρ εἶπεν (Il. σ, 399)· « ἀψορρόου ὠκεανοῖο. » Καὶ Ὀρφεὺς (fr. 44) ἐν τῷ περὶ Διὸς καὶ Κόρης φησί· κύκλον τʼ ἀέναον καλλιρρόου ὠκεανοῖο ὃς γαῖαν δίνῃσι πέριξ ἔχει ἀμφιελίξας. Ἐκεῖ δέ φασιν ὅτι ἐν τοῖς ἑξῆς (ἔχεις) “ τοῦ τʼ ὠκεανοῖο ῥόον ” ὡς πρὸς τὴν καθʼ ἡμᾶς εἴρηται θάλασσαν. Η. Ἐν γὰρ ἐκείνῳ] ἀντὶ τοῦ ὑπ᾿ ἐκείνου. Πᾶσαχθὼν φησι, τὴν δὲ οἰκουμένην λέγειν δῆλός ἐστιν· οὐ γὰρ πᾶσαν· εἰ γὰρ κυκλοῖ πᾶσαν, ἑκτὸς αὐτῆς ἐστιν. Ἐπὶ τίνος οὖν ὀχούμενος τὴν γῆν ἐπικυκλοῖ; πάντες γὰρ ὅσοι τοῦτο εἶπον ἀτόπως ὑπέθεντο. Ὅτι δὲ τοῦτό φησι, δηλοῖ τὰς ἐξ αὐτοῦ ἐκροίας διὰ πάσης τῆς οἰκουμένης περιγράφων, καὶ τὰ παρακείνπῶν μενα ἔθνη εὐθὺς ἐξ ἀρχῆς διηγούμενος, καὶ προϊὼν τῇ τῶν ποταμῶν ὀνομασίᾳ. Περὶ δὲ τῶν οὕτως ὑπογραφόντων αὐτὸν ὁ Πτολεμαῖος ἀπολογεῖται, λέγων, ὡς ἀνάγκῃ τινὶ καὶ οὐκ ἀληθείᾳ κύκλον ὑπέθεντο. Καταμαθόντες γοῦν οἱ γραμματοπίνακες τὴν καταγραφὴν οὐκ αὐτάρκη πρὸς ἐπιγραφὴν οὖσαν ἐν τῷ πίνακι, τὴν μὲν Εὐρώπην ἐπὶ τὸ μᾶλλον εὔρυναν, οὗ χάριν καὶ τὸν ὠκεανὸν παρὰ τοὺς ὅρους ἐξέτειναν, τὴν δὲ Λιβύην, εὐρεῖαν μὲν οὖσαν, ὑπερβάλλουσαν δὲ τῷ μεγέθει τὰ ἔθνη, διὰ τὸ μὴ διάκενον κεῖσθαι τῷ πίνακι χωρίον, ἐστένωσαν· ὁμοίως καὶ τὴν Ἀσίαν ἀπ᾿ ἀμφοῖν μεροῖν ταῖς εἰρημέναις δυσὶ διʼ ἕνωσιν ἀκολούθως ἥρμοσαν· οὗ γενομένου, συνέβη καὶ αὐτὸν ἐμπεριγράφεσθαι κύκλῳ. Ἠ δὲ σύνθεσις τοῦ λόγου καὶ ἡ διάνοια τοιαύτη· οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερὴς, ἀλλὰ κατά τι μέρος. ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδὸν ἡλίου, δυτικήν τε καὶ τὴν ἀντικειμένην ἑῴαν. Ἢ συνάπτεται τῷ ὀξυτέρῳ τὸ διαμφίς, ἵνʼ ᾖ διαμφὶς ὀξυτέρα, οὐ χωρὶς ἀλλʼ εἰς ἑκάτερον. Ὅσοι δὲ μεταγράφουσι τὸ εὐρυτέρη βαβαυῖα, τοιοῦτον ὑπολαμβάνουσι τὸ ἑξῆς· εὐρυτέρη μὲν βεβηκυῖα σφενδόνη· μειοῦται γὰρ πρὸς ἑκάτερα τὰ μέρη τοῦ εὔρους. Οἱ δὲ γράφουσιν εὐρυτέρη, ἵνʼ ᾖ τὸ διαμφὶς εὐρυτέρη ἀντὶ τοῦ εἰς νότια καὶ βόρεια. Πρὸς δὲ ἠελίοιο κελεύθους σφενδόνῃ εἰκυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ τὴν δύσιν, ἐκλάβωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ τὰ βόρεια μέρη· ταῦτα γὰρ, τὰ μέρη πλατύτερα τῆς σφενδόνης (ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς λήγοντα ). Ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις ἡ εὐρυτέρα ἐστὶν, ἥτις ἐναντία παντελῶς τῷ σφενδόνῃ ἐοικυῖα. Τὸ. δὲ βεβαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη. Σφενδόνῃ ἔοικε τὸ σχῆμα ἡ οἰκουμένη γῆ. Διὸ καὶ εἰς δύο κώνους τέμνεται, ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ τῆς Λιβύης ἀπαρτιζόμενος, ἅτε τῶν δύο κώνων ὁμοῦ κατὰ βάσεις ὄντων. Τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖται καὶ δυσμὰς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν.