Αὕτη ἀπὸ Λιβάνου μέχρι τῆς Σινώπης τῆς Ποντικῆς παρατείνει διὰ Καππαδοκίας εἰς τὸ μεσόγειον. Τὰ δὲ παράλια καὶ μᾶλλον δυτικώτερα Ἀσσύριοι, τὰ δὲ πρὸς ἕω Ἀρμένιοι μέχρι Πόντου. Ἀρμενία γὰρ καὶ Μεσοποταμία καὶ Μηδία, ταῦτα ὅλα τῆς Ἀσσυρίας εἰσίν. Θωντις] Αὕτη νιτρώδης ἐστὶν, εἰς ὅν φέρεται ὁ Τίγρις ἀπὸ τοῦ Νιφάτου ὄρους, ἄμικτον σώζων τὸ ῥεῦμα διὰ τὴν ὀξύτητα, ὅθεν καὶ ὠνόμασται, Mήδων Τίγριν καλούντων τὸ τόξευμα. Κατὰ δὶ τὸν μυχὸν τῆς λίμνης εἰς βέρεθρον ἐμπεσὼν, ἐκ πολλοῦ ἐνεχθεὶς ὑπόγειος ἀνατέλλει κατὰ τὴν Χαλωνῖτιν. Ἐκεῖθεν δὲ κάτεισιν ἐπὶ τὸ Σεμιράμιδος σῆμα, καὶ ἐν δεξιᾷ ἔχων τὴν Μεσοποταμίαν ἐξίησι διὰ Σελευκείας εἰς τὸν Περσικὸν κόλπον. Ἡ δὲ τῶν ἑπτὰ ἡμερῶν ὁδὸς ἀπὸ Εὐφράτου ἕως Τίγριδος γίνονται μίλια σπ΄. Κερώνυχα] οἱ μέν νοοῦσι τὸν κέρασι καὶ ὄνυξι χρώμενον, οἱ δὲ τὸν ὀξύκερών φασιν, ὡς τοῦ ὅνυχος ἐνταῦθα τὴν ὀξύτητα δηλοῦντος καθὰ ὥστε ἀκρωνυχίαν ὄρους φαμέν. Ὁ Βῆλος ἐκ τοῦ Διὸς λέγεται εἶναι καὶ τῆς Ἰοῦς. Μέμνηται δὲ αὐτοῦ ἡ θεία γραφὴ ὀνομάζουσα αὐτὸν Βῆλα. Ἢ αὐτός ἐστιν ὁ Ζεὺς (οὗτος γὰρ παρὰ Πέρσαις ὁ Ζεὺς), ἦ ὁ αὐτὸς τῷ Ἀγήνορος ἀδελφῷ, περὶ οὗ ἐχρήσθη αὐτοῖς, ὡς καταβληθήσονται, ὅταν τὸ μνῆμα αὐτοῦ ἀνασκαφῇ. Τὸ δὲ ἀργύρῳ ἀσκήσασαἢ ταῖς εἰσόδοις ἢ τοῖς εἰδώλοις ἢ τοῖς προβιβλη· ἢ ὅτι ξανθὴν ἔχει χροιὰν ἢ ὅτι πρὸς τὴν μένοις τῶν μετάλλων. Ὀφιήτιδα δὲ πέτραν φησὶν ἢ τὸν τάφον τοῦ Βήλου, ὃν ἱδρύσαντο ὄφιν ἐν τῇ δεξιᾷ ἔχοντα, ἢ πέτραν οδτω καλουμένην διὰ τὸ ποικίλον, κλωβίον παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλοω ὅθεν καὶ ὀφῖται κίονες λατομοῦνται.