Βύβκις ἀρχαιοτάτη πόλις εἴρηται, καὶ ὅτι τὰ ἐν αὐτῇ ἀποτιθέμενα βιβλία ἄσηπτα διεφύλαττε, καὶ ἐπὶ τούτῳ ἀπένειμον αὐτῷ Φοίνικες ἐφ᾿ ᾧ τὰς παῤ αὐτοῖς βίβλους φυλάνειμον· οἱ δέ φασιν ὅτι ἡ Ἶσις ἀπὸ τῆς Αἰγύπτου παραγενομένη ἐκεῖ καὶ κλαίδυσα τὸν Ὄσιριν τὸ διάδημα τῆς κεφαλῆς ἀπέθετο, βύβλινον ὑπάρχον ἀπὸ τῆς ἐν τῷ Νείλῳ φυομένης βύβλου· ἢ ὅτι πολλή βύβλος ἐκεῖσε φύεται, ἤτοι πάπυρος. Τέμμεαμ ἤτοι τὰ μεγάλα στενώματα. Κυρίως γὰρ τὰς διόδους καὶ τὰ στενώματα λέγει τῶν δρῶν. Δάφνην δὲ οἱ μέν τὴν Λαοδίκειαν λέγουσιν εἶναι, οἱ δὲ προάστειον εἶναι Ἀντιοχείας. Δύο δέ εἰσιν Ἀραβίαι, ἡ μὲν ἑῴα ἀρωματοφόροε, μεταξὺ Περσικῆς καὶ Ἀραβικῆς θαλάσσης, ἡ δὲ μᾶλλον δυτικὴ, συνάπτουσα πρὸς μέν τὴν δύσιν Αἰγύπτῳ, πρὸς δὲ ἄρκτον Συρία. Ἡ δὲ Ἔλανα πόλις ἐστὶν ἐν τῷ ἐνδοτάτῳ τόπῳ τοῦ Ἀραβικοῦ κόλπου. Καλοῦνται δὲ οἱ ἐνοικοῦντες Ἐλάσιοι. Τὸ ἐτάνυσεν οὐκ ἀντὶ τοῦ ἐνεδύσατο νοητέον, ἀλλ᾿ ἀντὶ τοὐ ἐξεκρέμασε.