Μίλητος δὲ τῶν ἐπιφανῶν τις ἦν ἐν Κρήτῃ, ἀφʼ οὗ καὶ πόλις ἐκεῖ Μίλητος, ὃς Μίνωος ἐπιστρατεύσαντος ἀπάρας τῆς Κρήτης κατάγεται εἰς Λυδίαν τῆς Ἀσίασ, οὖ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασι, καὶ ἱεπὸν Ἀφροδίτης ἱδρύσατο. Γαμςῖ δὲ Δοίην τὴν Μαιάωδρου, ἀφ᾿ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιςῖ Κελάδωνα, δὲ ἄρξας Οἰκοῦντος τὸν πατέρα εἰς τὴν πλησίον νῆσον ἔθαψεν, οὗ καὶ αὐτὸς μετῳκίσθη κατὰ χρησμὸν, καὶ Μίλητον αὐτὴν ὠνόμασεν. Γέφυρα δὲ διορίζει τὰ νῦν Οἰκοῦντα καὶ Μίλητον. Ὅτι δὲ ἐν Ἐφέσῳ Ἀρτέμιδι ἱερὸν ἐποίησαν αἱ Ἀμαζόνες, σὺν πολλοῖς ἄλλοις καὶ Καλλίμαχος (in Dian. 237) ἱστορεῖ. — Ἔφεσος δὲ ὠνόμασται ἀπό τινος Ἐφέσου ἐκεῖσε καπηλεύοντος καὶ φιλοξενοῦντος τοὺς παριόντας καὶ πάντα λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι· ἢ ἀπὸ Ἐφέσου Λυδῆς Ἀμαζόνος, ἢ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν ἢ ὅτι Θησεὺς συστρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππολύτης ζωστῆρα, ἐδίωξε τὰς Ἀμαζόνας ἄχρι Λυδίας κἀκεῖ καταφυγούσας ἐπί τινα βωμὸν Ἀρτέμιδος τυχεῖν τῆς ἐφέσεως. Κάλχας δὲ καὶ Λεοντεὺς καὶ Πολυποίτης ἀποχωροῦντες τῆς Τροίας ἦλθον εἰς Κολοφῶνα. Ὁ δὲ Κάλχας μαντικῇ νικηθεὶς ὑπὸ Μόψου τοῦ Ἀπόλλωνος τελευτᾷ. Ἡγούμενος δὲ αὐτῶν Μόψος ἀφικνεῖται εἰς Κιλικίαν, καὶ γήμας Παμφύλην τήν Καβδήρου θυγατέρα καὶ βασιλεύσας τὴν χώραν ἐκάλεσε Παμφυλίκν, καὶ πόλιν ἔκτισε Μόψου ἑστίαν καλουμένην. Παραδόξως ἐν Ἀσπένδῳ συοκτονίαις τιμῶσι τὴν Ἀφροδίτην Ἢ διὰ τὸν Ἄδωνιν θύουσιν αὐτῇ χοῖρον· συῒ γὰρ ὁμοιωθεὶς Ἄρης αὐτὸν ἀπέκτεινεν. Ἢ ὅτι τοῦ Μόψου ἐξιόντος ἐπὶ θήραν ηὔξατο τὸ πρωτάγριον αὐτῇ θῦσαι, χοῖρον δʼ ἀγρεύσας ἔθυσεν αὐτῇ. Μυθεύεται γὰρ ὅτι Βελλεροφόντης ποτὲ τοῦ ἐπίκλην λεγομένου Πηγάσου ἐπιβὰς ἵππου, ὃς ἐκ τῆς ἀγέλης τοῦ Ἡλίου ἐτύγχανε, θελήσας εἰς τὸν οὐρανὸν ἀνελθεῖν διὰ τὴν ἀλαζονείαν αὐτοῦ, καταβληθεὶς ὑπὸ τοῦ θεοῦ ἐν τῇ γῇ σὺν τῷ ἵππῳ ἔπεσεν, ὡς τοῦ ἵππου πτερορρυήσαντος. Διὸ καὶ ὡς πρῶτος πατήσας ἐκείνην τὴν γῆν, τοιοῦτον ὄνομα κατέλιπεν ἐν αὐτῇ, ὅπου ταφῆναι καὶ τὸν Σαρδανάπαλον λέγουσιν. Ἐκεῖσε δέ ἐστι καὶ τὸ Ἀλήϊον πεδίον, οὖ καὶ ὁ Ποιητὴς ἐμνημόνευσε. Λέγεται δὲ ὡς Ταρσὸν καὶ Ἀγχιάλειαν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλος ἔκτισεν. Ἄλλως. Μεδούσῃ μιᾷ τῶν Γοργόνων Ποσειδῶν ἐμίγη. Αὕτη περὶ κάλλους ἐφιλονείκησε τῇ Ἀθηνᾷ. Ἡ δὲ δεδωκυῖα Περσεῖ τὰ ὑποδήματα τοῦ Ἑρμοῦ τὰ πτερωτὰ καὶ τὴν τοῦ Ἀϊδωνέως κυνέην ἐποίησεν αὐτὸν ἀποτεμεῖν τὴν αὐτῆς κεφαλήν. Καὶ ἐξῆλθεν ἐκ τοῦ αἵματος αὐτῆς ὁ Πήγασος, ὃν λαβὼν Βελλεροφόντης ἐθέλησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν, καὶ κατενεχθεὶς κατεάγη, καὶ ἐπλανᾶτο ὕστερον μαινόμενος.