Πρώτη ἐστὶν ἡ Κύρνος, δευτέρα δὲ ἡ Σαρδῶ. Ἀλλ᾿ ἐπεὶ ἄχρι τῆς Κύρνου δοκεῖ λέγειν, διὰ τοῦτο αὐτῆς πρώτης ἐμνήσθη. Λοιπὸν γὰρ θάλασσά ἐστιν ἑξῆς πολλὴ κειμένη. Τὸ δὲ ἁλμυρὸν ὕδωρ αὐτὸ τὸ Λιγυστικὸν πέλαγος. Τούτῳ γὰρ συναπτέον τὸ Λιγυστιὰς ἅλημ. Καὶ ἔστιν ὁ στίχος ὡς παραδρομὴ λόγου πρὸς τὸ Λιγυστικὸν πέλαγος. Ὡρίσθαι γὰρ ἄχρι Κύρνου, φησὶ, καὶ Σαρδονίας αὐτό. Ἔνδοθεν] Πρὸ γὰρ τῆς Κύρνου κεῖται ἡ Σαρδώ. Διαιρεῖ δὲ τὴν Σικελικὴν θάλασσαν, ἣν καλοῦσι νῦν Ἀδριατικὸν πέλαγος, ἀπὸ τῆς Τυρρηνίας ἀνέμῳ καὶ σχήματι. Λέγει γὰρ ἐπὶ νότον ἔρχεσθαι μᾶλλον τοῦ Τυρρηνικοῦ, κολπουμένην δὲ πρὸς ἑῷα τὴν ἄλλην ἅλα, ἥτις ἄρχεται μὲν ἐκ τόπου τοῦ περὶ Κέρκιναν τὴν νῆσον, διαθέει δὲ εἰς Πάχυνον ἄκρον, ὅπου καὶ λήγει, ὡς ἐπὶ Κρήτης. Πρὸς νότον δέ φησιν, ἐπειδὴ ἀπὸ βορέου εἰς νότον παρατέταται, οὐκ ἀπὸ δύσεως πρὸς ἀνατολήν· ὅθεν πρὸς ἀντιδιαστολὴν τούτου πάλιν φησίν· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο. Φαιστόν] Ἐν μέσῳ ἠπείρου κεῖται ἡ Φαιστός. Ἢ τὴν εἰς ἤπειρον ἐμπίπτουσαν καὶ πλατυνομένην. — Αὗται γὰρ ἐν μέσῳ τῆς Κρήτης καὶ Κυρήνης εἰσί. Προπρηνής δὲ προνενευκυῖα, ἐπιβλέπουσα εἰς θάλασσαν. Ὅπερ φερόμενον εἰς στενότητα καλεῖται κριός. Παραυγάζουσα δὲ, παρεμφαίνουσα, παρομοιοῦσα. Αὐγαὶ γὰρ οἱ ὀφθαλμοί. Κριοῦ μέτωπον ἡ ἐξοχὴ αὐτῆς διὰ τὸ ὥσπερ ἐπὶ κεφαλῆς κεῖσθαι.