Ὑδ ατόισσαν γὰρ τὴν πρασίζουσάν φησιν, ὡς ἠερόεσσαν τὴν σκοτεινήν, τῷ δὲ διαφόρῳ ἐπιθέτῳ τὴν διάφορον φύσιν τοῦ λίθου παρέστησεν. Σιαλώδεα] Ὁ γὰρ Κέρβερος ἀναγόμενος ἐξ ᾍ ὑπὸ τοῦ Ἡρακλέος θεασάμενος τὸ φῶς ἤμεσεν, ὡς μέν τιθές φασι, ἀφρόν τινα, ὅστις ἐβλάστησε τὴν ἀκόνιτον βοτάνην δηλητηριώδη τυγχάνουσαν ἐν τῇ χώρᾳ τῶν Μαριανδυνῶν· τρεῖς γὰρ κάθοδοι πρὸς ᾅδην· ἐκ γὰρ τοῦ Ταινάρου κατῆλθεν ὁ Ἡρακλῆς εἰς τὸν ᾅδην καὶ ἀνῆλθεν ἐκ τῆς Μαριανδυνῶν καθόδου. Μυσίδοςαἴης] Μυσίδα δὲ τὴν μικρὰν Βιθυνίαν λέγει. Ἐνταῦθα καὶ ἴρη αὐτῆς τὰ νῦν καλούμενα Ὀλύμπια. Ὁ δὲ Κίος ποταμὸς Μυσίας, ἤτοι μικρᾶς Βιθυνίας. Αἰολίδος ἤθεα γαίης] Οὗτοι μὲν πρώην ᾤκησαν τὴν Θεσσαλικήν, ἐδέξαντο δὲ καὶ τοὺς ἀπὸ τῶν Ἐπιγόνων ἐκβληθέντας Καδμείους, οἳ τῶν πλησιοχώρων Θετταλῶν οὐχ ὑποφέροντες τὸν πόλεμον ἥκουσι πάλιν εἰς Θήβας. Ἀφʼ ὧν τινες εἰς Λέσβον διέβησαν. Εἰσὶ δὲ Αἰολεῖς οὗτοι· Σαγγαρεῖς, Ἀντάνδριοι, Τενέδιοι, Μολοσσοὶ, Περραιβοὶ, Αἰνιανοὶ, Αἴθικες. Αἰολεῖς δὲ λέγονται, ὅτι μετὰ διαφόρων γλωσσῶν ἐστράτευσεν Ὀρέστης Ἀγαμέμνονος κατʼ αὐτῶν . Μετὰ τὴν Αἰολίδα οἱ Κᾶρες, οὓς Ἴωνας λέγει. Οὗτοι οἰκοῦσιν ἐν Καρίᾳ, οἱ νῦν Θρᾳκήσιοι. Οἰκοῦσι δὲ ἐν μὲν τῇ Καρίᾳ γ΄, Μίλητον, Πριήνην, Μυοῦντα· ἐν Λυδία ς΄, Ἔφεσον, Λέβεδον, Κολοφῶνα, Φώκαιαν, Τέων, Κλαζομενάς.