Γάλα δὲ εἶπεν λευκὸν διὰ τὸ πηκτῶδες· ἐν ἐκείνῳ γὰρ οὐχ ὁρᾶται σκιά. Οἱ δὲ Σῆρες οὗτοι τὸ σηρικὸν πωλοῦντες ἀποκρούονται τὸ τίμημα ἐπιγράψαντες τοῖς σακκίοις, καὶ ὁ ἔμπορος ἐξ ἐπιγραφῆς ποιεῖται τὰς ὑποκρίσεις. Ἔστι οὖν αὕτη πρόχυσις τοῦ Ἄλυος, ὡς καὶ ἡ Αἴγυπτος τοῦ Νείλου. Γράφεται θερμὸν ὕδωρ· ἀκαίρως. Ψυχρὸν γὰρ ὡς ἐπὶ τὰ ἀρκτῶα μέρη, ὥς που καὶ αὐτός φησιν ὑποκατιών. Ἐκλήθη Σινώπη διὰ τὸ ἐκεῖσε τὴν Σινώπην οἰκῆσαι καὶ κτίσαι πόλιν. Ἱστορεῖ γὰρ Ἀπολλώνιος (2, 946), ὅτι τὸν Δία ἡ Σινώπη ἐρῶντα ἠπάτησεν, μεθʼ ὃν καὶ Ἀπόλλωνα καὶ Ἅλυν ποταμὸν, παῤ ἐλπίδα αὐτοὺς τὴν παρθενίαν αἰτήσασα κατʼ ἐπαγγελίαν μισθοῦ τῆς συνουσίας. Ζεὺς δὲ, ἐπεὶ βουλόμενον αὐτῇ συνελθεῖν ἠπάτησεν, ἐποίησε πλανᾶσθαι αὐτήν. Ἐδέξατο δὲ ὁ Θερμώδων, κελεύσαντος τοῦ Διός. — Περὶ ταύτης δὲ τῆς Σινώπης εἶπον, ὅτι Ζεὺς καὶ Ἀπόλλων καὶ Ποσειδῶν ἤρων αὐτῆς. Ὡρίσθη γοῦν αἰτῆσαι ὅτι ἂν ἐθέλῃ. Ἐκείνη δὲ τὴν παρθενίαν αἰτήσασα, ὁ. Ζεὺς ταύτην μεταναστῆναι τῆς οἰκείας γῆς καὶ οἰκῆσαι Ἀσίας, οὗ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασε, καὶ ἐκεῖ. Κατʼ ἐπαγγελίαν δὲ τῆς συνουσίας αἰτῆσαι ἱερὸν Ἀφροδίτης ἱδρύσατο. Γαμεῖ δὲ Δοίην τὴν τοῦτο ἠθέλησεν. Ἐκέλευσεν οὖν τὸν Θερμώδοντα Μαιάνδρου, ἀφʼ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιεῖ Κελάδνα, Καῦνον, Βυβλίδα. Ὧν ὁ Καῦνος οὐ φέρων ταύτην δέξασθαι.