Οἱ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐν τῇ Εὐρώπῃ ἔποικοί εἰσιν, ὡς καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ ἔποικοί εἰσιν. Περὶ ὧν φησι καἰ Καλλίμαχος (fr. 443)· οὓς Βρέννος ἀφʼ ἑσπερίοιο θαλάσσης ἤγαγεν Ἑλλήνων ἐπ᾿ ἀνάστασιν. Ἐπίστροφον ὅρμον ἔχουσα] προσορμιζούσης τῆς θαλάσσης ἑλικοειδῶς. Οὕτω γὰρ κεῖται κατὰ δίνησιν. Μετὰ τὸν Ἰβηρικὸν καὶ Γαλατικὸν πόντον ἕξῆς ἐστιν ὁ Λιγυστικὸς, ὃς κέκληται ἀπὸ Λίγυος τοῦ Ἀλεβίωνος ἀδελφοῦ, ὃν ἱστοροῦσι τὸν Ἡρακλέα κεκωλυκέναι ἀπιόντα ἐπὶ τὰς Γηρυόνου βοῦς, τὸν δὲ εὔξασθαι τῷ Διὶ διὰ τὸ μὴ ἐπάγεσθαι ἀμυντήριον. Ὁ δὲ λίθους ὕσας κατέχωσεν αὐτούς. Ὅθεν τὸ Αίθινόν ἐστι πεδίον ἐκεῖσε οὕτω καλούμενον. Αὐσονῆες ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν αἱ Ῥωμαῖοι, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης. Πορθμίδος] τῆς θαλάσσης νοεῖ· ἡ γὰρ Λευκὴ πέτρα ἄνωθέν ἐστι τοῦ Σικελικοῦ πελάγους. Πορθμὸν γὰρ ποιεῖται ἡ Βρεττία καὶ ἡ Σικελία. Πορθμὸς δέ ἐστι θάλασσα στενὴ, ἑκατέρωθεν γῆν ἔχουσα· ἰσθμὸς δὲ γῆ στενὴ, ἑκατέρωθεν θαλαττευομένη. Πορθμίδα οὖν εἶπε τὴν μέσην θάλασσαν Ἰταλίας καὶ Σικελίας· οὕτω γοῦν καὶ Ῥήγιον κέκληται, ἐπεὶ ὕστερον διέστησαν, πρώην οὖσαι καθʼ ἕνωσιν.