Ἰστέον δὲ ὅτι Καμαρῖται ἐλέγοντο ἀπὸ πλοίων στρογγύλων, καμαρῶν λεγομένων, ἐφ’ ὧν ἐλῄστευον. Ἀριανοὶ ἔθνος εἰσὶν οἱ παροικοῦντες τῇ Ἐρυθρᾷ, οὖς φασιν οἰκῆσαι πρὸς τὰ περὶ τὸν Καύκασον πεδία. Βέλτιον δὲ γράφεσθαι Ἀραβίησκνημῖδας· παρὰ γὰρ τῷ Ἀραβικῷ ὄντες τῆς Ἐρυθρᾶς οἰκοῦσιν. Ἐρυθραίων δὲ τῶν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης μετοικησάντων. Γίνεται δὲ παῤ αὐτοῖς σάπφειρος, ὡς φησιν ἐν τοῖς Λιθικοῖς· καὶ γὰρ κυανέην πλάκα σαπφείροιο ἐξεδάη περὶ κόλπον Ἐρυθραίων Ἀριηνῶν. Οὗτος μὲν περίτροχον αὐτὴν λέγει εἶναι, ὁ δὲ Πτολεμαῖος (ποσειδώνιος? σφενδόνῃ ἐοικυῖαν. — Ταύτην δὲ τὴν Ὑρκανίαν θάλασσαν καὶ Πτολεμαῖος καὶ Ἀριστοτέλης ἐν τοῖς Μετεώροις νῆσον ὑποτίθενται εἶναι καὶ περιέχεσθαι ὑπὸ γῆς. Ἠερόεσσαν. δὲ αὐτὴν εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ἑσπερίας, ἥτις ἐστὶ διαυγής. Ῥυτῆρας δὲ οἱ τοξόται λέγονται ἢ καὶ οἱ φύλακες παρὰ τὸ ῥύεσθαι, ὂ ἔστι φυλάττειν καὶ σώζειν.