Ἀγραύλων γένος ὀΐων] Τὸ δὲ ὑπερβάλλον κρύος τοῦ τόπου ἐκείνου δηλῶσαι βουλόμενος εἶπεν αὐλιζομένων προβάτων· οὐδὲ γὰρ κρύος εἰς αὐτὰ ἐπέρχεται μὴ πολλοῦ γινομένου χειμῶνος, ὥς φησι Ἡσίοδος (Op. 516):« πώεα δʼ οὔτι, σὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν ἲς ἀνέμου βορέου. » Εἰσὶ περὶ τὸν Ἵστρον οἱ Σινδοὶ, ὥς φησι Ἀπολλώνιος (4, 322). Ἀρητιάδῃ] ἢ τῷ ἀπʼ Ἄρεος καταγομένῳ. Λέγει δὲ τῷ Ἀγαμέμνονι. Εἶχε γὰρ τὸ γένος ἀπὸ Πέλοπος καὶ Ἱπποδαμείας τῆς Οἰνομάου· ὁ δὲ Οἰνόμαος παῖς ἦν Ἄρεος. Λέγει δὲ τῷ πολεμικωτάτῳ Ἀγαμέμνονι Ἄρεος υἱῷ. Ἀσπληδόνιοι χειμασθέντες ἅμα Ἰαλμένῳ τοὺς τόπους ᾤκησαν, ὡς Φερεκύδης. Οἱ δὲ Μυρμιδόνας εἶναί φασιν ἀποπλανηθέντας ἀπὸ Τροίας μετʼ Ἀχιλλέως ἐκεῖ κατοικῆσαι. Χάραξ δέ φησι πολλαῖς ναυσὶν ἐκπλεῦσαι τοὺς Ἀργοναύτας, ὧν ἀποπλανηθεῖσα μία ναῦς προσηράχθη τῇ Μαιώτιδι. Οἱ δὲ ἐμπλέοντες Τέλχις καὶ Ἄμφιτος ἡνίοχοι τῶν Διοσκούρων ὄντες αὐτόθι μείναντες ἦρξαν, ἀφʼ ὧν συνέβη τοὺς ἐνοικοῦντας ἐκεῖσε Ἡνιόχους καλεῖσθαι, Ὅθεν καὶ Διοσκουριὰς ἦν ἐκεῖσα λεγογένη ἡ πόλις, περὶ ἦς αὐτός φησι· μετὰ χθόνα Τυνδαριδάων. Τὸ συμβαῖνον εἰς αἴτιον ἔγραψεν. Ἐπειδὴ γὰρ συμβαίνει τοὺς μετοικιζομένους μάχεσθαι τοῖς ἐντοπίοις, τοπίοις, μέχρι κατάσχωσι τὸν τόπον, διὰ τοῦτό φησι τὸ δῆριν ἔχοντες.