Κωλιάδος] Ἀφροδίτης. Τορρηνοὺς νικήσαντες Ἀθηναῖοιἔλαβον αἰχμαλωσίαν· μία δὲ γυνὴ τῶν Τυρρηνῶν ἐφίλησεν ἕνα καὶ φυγὼν ἔκτισε ἱερὰ τῇ Ἀφροδίτῃ ὀνομάσασα Κωλιάδα ἀπὸ τοῦ λυθῆναι τὰ κῶλα, ἢ ὅτι ἄλλου θύοντος, ἥρπασενὄρνεον τὸ κῶλον καὶ ἐκεῖσε ἀπέθετο. Ἡ δὲ Ταπροβάνη τῆς Ἀφρικῆς νῆσος ἱερά χρυσῆ δὲ ἐντὶ τοῦ ἐρυθρά. Ταύτην δὲ Χρυσῆν χερσόνησον ὁ Πτολεμαῖος φησί· κεῖται δὲ ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν. Φησὶ δὲ ὅτι ἐκεῖ κεῖται ὁ καρκίνος κατὰ τὸ ἑαυτοῦ κλίμα. Αἴθωνα δὲ αὐτὸν εἶπεν, ἤτοι διὰ τὸ τοῦ θηρίου διάπυρον, ἢ ὅτι ὁ ἥλιος ἐν αὐτῷ γινόμενος σφοδρῶς καίει. Κατὰ κύκλον δὲ, ἢ διὰ τὴν περι φέρειαν ἢ τὴν θερινήν τροπήν. Ὤγυρις] νῆσός ἐστιν οὕτω καλουμένη. Μέμνηται δὲ αὐτῆς Ἀλέξανδρος ἐν Ἀσίᾳ λέγων· μεσσοβαθὴς δ᾿ ἄρα νῆσος ἁλὸς κατὰ βένθος ἐρυθρά. Ἰστέον δὲ ὅτι Ἡρωδιανὸς ἐν τῇ Καθόλου βαρύνει τὸ Ὤγυρις, φάσκων τὰ εἰς ρις θηλυκὰ ὀξύνεσθαι, πλὴν τοῦ Ὤγυρις, πανήγυρις, Θάμυρις. Ἐρύθρας δ βασιλεὺς, ἀφ᾿ οὑ τὸ πέλαγος, ἦν τοῦ Δηριάδου, ὃς ἀντετάξατο Διονύσῳ ὑπὲρ Ἰνδῶν. 609 ]sq. Ἴκαρός ἐστιν ἱερὸν Διονύσου ἢ Ἀρτέμιδος ἢ Σαράπιδος διὰ τὸν Ἆπιν, περὶ τὴν Περσικὴν θάλασσαν. Ταυροπόλοιο] ἀπὸ Ταυροπόλεως οὕτω καλουμένης πόλεως. Φασὶ δὲ οὕτω τὴν Ἀφροδίτην, οἱ δὲ τὸν Διόνυσον, οἱ δὲ τὴν Ἀρτέμιδα, οἱ δὲ τὸν Ἀλέξανδρον, διὰ τῷ Βουκεφάλῳ ἵππῳ ἐποχεῖσθαι. — Ἰστέον δὲ ὅτι ἐν Ἰκαρίῳ Ταυροπόλου Ἀπόλλωνος μαντεῖον, ὥς φησι Στράβων (p. 766).