Μεγέθει τὰς ἄλλας ὑπερβάλλουσαι. Διὸ τὰς πλησίον αὐτῶν οὐ νήσους, ἀλλὰ νησιάδας καλεῖ ὑποκοριστικῶς. Καλοῦνται δὲ οὕτως οἱ μὲν τῆς Βρετανίας, Ἰουερνία καὶ Ἀλουίων, αἱ δὲ νησιάδες ἀνωνύμως εἴρηνται. Ἐρίβρομον διὰ τὸν ἐν τοῖς μυστηρίοις αὐτῶν γινόμενον ἦχον. Ὡσαύτως δὲ καὶ Πρίαπος παρὰ Θεοκρίτῳ (Ι, 2) ὁ αὐτὸς εἶναι λέγεται. Εὐαν λέγουσιν ἐπίφθεγμα ὕμνου εἰς τὰ Διονύσια τελούμενον. Εἰραφιώτην τὸν Διόνυσόν φησι, διὰ τὸ ἐρράφθαι τῷ μηρῷ τοῦ Διός. Οἱ δὲ ἀπό τινος πόλεως οὕτω καλουμένης Εἰραφίας. Ἐκ τῶν Βρεττανίων ἐπὶ τὰ βορειότερα μέρη μᾶλλον ἔνεισι καὶ Θούλην, ὅπου φασὶ τὸν ἥλιον ἐπὶ τὰς ἄρκτους ἥκοντα παρατείνειν ἐπὶ πολὺ τὴν θερινήν ἡμέραν. Εἴκοσι γὰρ ὡρῶν ἰσημερινῶν αὐτὴν ποιεῖ ἐκεῖ καὶ τεττάρων τὴν νύκτα, χειμῶνος δὲ τὰ ἀνάπαλιν. Ἐκεῖθεν δὲ κατὰ προσθήκην αὔξει καὶ γίνεται μείζων ἑαυτοῦ τῆς ἡμέρας ὁ χρόνος, ἕως ἂν κατὰ κορυφῆς γενόμενος ὁ βόρειος πόλος ἀποτελέσῃ τὴν ἑξάμηνον ἡμέραν τε καὶ νύκτα. Ἔνθα μὲν ἠέλ.] Θέρους γὰρ ὁδεύει τὰ ἀρκτῶα μέρη ὁ ἥλιος· διὸ τὸ ἐπίμηκες τῶν ἡμερῶν, πρὸς ἐκεῖνα γὰρ τὸ κλίμα οὕτω φαίνει ὁ ἥλιος. Οὕτως δέ τινες καὶ τὸ παῤ Ὁμήρῳ ἀμφίβολον ἐξηγήσαντο (Od. λ, 19)· « ἀλλʼ ἐκὶ νὺξ ὀλοὴ τέταται ». καὶ τό (Od. 4, 4)· « καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο ». Ἐκεῖσε γὰρ ἑξαμηνιαῖον γίνεται φῶς καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας, τοῦτ᾿ ἔστιν ἑξάμηνος ἡ ἡμέρα, καὶ ἐν τῷ χειμερινῷ τροπικῷ νὺξ ἑξαμηνιαία, καὶ τὰ ἀναπάλιν ὅτε ἐστιν ὁ ἥλιος ἐν τοῖς νοτίοις ἐν αἰγοκέρωτι. Ἀπὸ γὰρ ἰσημερίας ἐαρινῆς ἕως ἰσημερίας φθινοπωρινῆς ἓξ ὡρῶν ποιεῖται τὴν νύκτα, οὐ δύεται δέ. Αοξόν, ὥστε μή καταδύεσθαι, ὅτι περὶ τοῦτο κυκλοτερὴς στρεφόμενος οὐ δύεται. Ἀειφανὲς δὲ διὰ τὸ ἀφανῆ εἶναι τὰ βόρεια. Ἀνατέλλων, φησὶν, ὁ ἥλιος ἀπὸ τῶν βορειοτέρων κάμπτει ἕως τὸ μεσουράνιον, καὶ πάλιν ἔρχεται ἐπὶ τὰ βόρεια δύων. Καὶ οὕτω συμβαίνει αὐτὸν περικάμπτειν τὸν οὐρανόν. Καὶ ὅτε ἐστι, φησὶν, εἰς τὸν θερινὸν τροπικὸν ὁ ἥλιος, ὅλος ὁ κόων ἄνω ἐστὶ, καὶ γάνεται τοῖς ἐκεῖσε ἑξαμήνου φῶς τὰς νύκτας καὶ τὰς ἡμέρας. Ἕως οὗ ἔλθῃ, φησὶ, πρὸς τοὺς Αἰθίοπας, ἀντὶ τοῦ ἕως ἂν ἔλθη εἰς τὸν ἰσημερινὸν κύκλον, ὃ ἔστιν εἰς τὴν ἀρχὴν τοῦ ζυγοῦ. Νεύων γὰρ ἐκεῖθεν ὡς ἐπὶ τοὺς Aἰθίοπας ἀποτελεῖ τοῖς ἐπὶ τὸν βόρειον ὠκεανὸν πόλον τείνων ἐπιμήκη τὴν νύκτα. Ἴσως οὖν Αἰθίοπας λέγιι τὸ νότιον ἡμικύκλιον. Τὸ γὰρ ἐπικείμενόν ἐστὶ τὸ βόρειον.