Ἀντὶ τοῦ κατὰ νότια μέρη κείμενος ἐξ ἐναντίας τοῦ Εὐξείνου πόντου. Ὑψηλότερον γάρ ἐστι τὸ Περσικὸν πέλαγος τοῦ Ἐρυθραίου, ὥσπερ κατὰ διάμετρον κείμενον. Εἴπομεν γὰρ τὴν ἑσπερίαν θάλασσαν περιτρεπομένην πρὸς βορρᾶν μέχρι τοῦ Εὐξείνου πόντου διϊκνεῖσθαι, ὡς καὶ αὐτὸς λέγει. Ὁ Ἀράβιος οὖν νοτιώτερος ὢν ἐναντίον τοῦ Εὐξείνου κεῖται. Περὶ τῆς ἀπὸ Γαδείρων ἕως Παμφυλίας θαλάσσης. Ἔχει γὰρ εὐθὺς ἐκ τῶν δυτικῶν μερῶν ῥέουσα ἔνθεν μὲν Λιβύην, ἐκεῖθεν δὲ Εὐρώπην· εἶτα ἡ Ἀσία διαδέχεται μέχρι τοῦ Ἰσσικοῦ κόλπου. Εἰσὶ γὰρ ὁμοῦ τὰ πελάγη, Ἀτλαντικὸν, Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὕξεινος ξεινος Πόντος, Κασπία, Ἐρυθρά. Περίδρομος] ἡ θάλασσα δηλονότι, ἤτοι κύκλῳ περιέχουσα τὰς νήσους, ἢ οὕτω κατὰ κύκλον ἐκπεμπομένη ὥσπερ νῆσος. Ἔνθα τε καὶ στῆλαι] Ἡρακλῆς περιελθὼν πᾶσαν τὴν γῆν στήλας αὐτῆς ἔθηκε. Ἔθηκε δέ περὶ τὸν Ἄτλαντα, ὅτε τὰς βοῦς τοῦ Γηρυόνου ἀπήλασε διαβὰς τὸν πορθμὸν, ὅς ἐστι πλάτει μὲν στενότατος ἀμφὶ τοὺς ξ´ σταδίους, διπλασίων δὲ τῷ μήκει, ῥοώδης δὲ ἄγαν, ὡς τοῦ ὠκεανοῦ τε καὶ τῆς καθʼ ἡμᾶς θαλάσσης εἰς στενὸν ἐλαυνομένων. Τοὺς δὲ ἑκατέρωθεν τοῦ πορθμοῦ λόφους Ἡρακλείους στήλας προσηγόρευσεν· ἔστι δὲ ἑκατέρου ὕψος οὐ μεῖον ὀργυιῶν ρ´· εὖρος δὲ τὸ περὶ θάλασσαν εἰς κδ´ στάδια. Ὄνομα δὲ τῇ μὲν Εὐρωπαίᾳ κατὰ μὲν βαρβάρους Κάλπη, κατὰ δὲ Ἕλληνας Ἀλύβη τῇ δὲ Λιβυκῇ κατὰ μὲν Ἕλληνας Κυνηγετικὴ, κατὰ δὲ βαρβάρους Ἄβιννα, ὡς Χάραξ ἱστορεῖ. Αὗται δὲ πρότερον Κρόνου ἐλέγοντο στῆλαι, διὰ τὸ μέχρι τῶν τῇδε ἐρίζεσθαι δῆθεν τὴν ἀρχὴν αὐτοῦ· δεύτερον δέ ἐλέχθησαν Βριάρεω, ὡς φησιν Εὐφορίων· τρίτον δὲ Ἡρακλέους. Μέγα δέ φησι θαῦμα αὐτὰς διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσι μεγάλα καὶ ὑψηλά. Μακρὸν ὑπὸ πρηῶνα] τοῦτ᾿ τοῦτʼ ἔστιν ὑπὸ τὴν μεγάλην ἐξοχὴν τῶν ἐπὶ πολὺ ἐκτεταμένων Ἀτλάντων. Μεγάλαι γάρ εἰσιν αἱ ἐξοχαὶ, ὅπου εἰσὶ καὶ τοῦ Ἡρακλέους αἱ στῆλαι. Πρηῶνα δέ φησι τὴν παράτασιν· πρηὼν γὰρ ἡ προβολὴ, οἱονεὶ προῖών που ἐν τῷ ἑσπερίῳ ὠκεανῷ. Ἄτλας ὄρος ἐστὶ μέγιστον περὶ τὰ ἔσχατα τῆς Λιβύης, ὅθεν καὶ Ἀτλαντικὸν πέλαγος λέγεται. Τοῦτο δὲ διὰ τὸ ὑπερβάλλον μέγεθος κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ. Καὶ Ἡρόδοτος (4, 184) τοῦτό φησιν, ὅθεν καὶ ὁ Περιηγητὴς πληθυντικῶς Ἀτλάντων αὐτὸ ἐκάλεσε· καὶ Ὅμηρος (Od. α, 53)· “ Ἄτλας δ᾿ οὐρανὸν εὐρὺν ἔχει· ” “ Ἔχει δέ τε κίονας αὐτὸς μακράς. ” Ἢ Ἀτλάντων, τῶν Ἀτλαντικῶν πόρων, ἢ τῶν ἐνοικούντων· Ἑκάτερα γὰρ αὐτῶν περὶ τὸ Ἀτλαντικὸν ὄντα ὄρος τυγχάνει. Ἄτλαντες δὲ δύο εἰσί. Μείζων γὰρ οὗτος τῶν ἄλλων ἐκβολῶν τοῦ ὠκεανοῦ. Ἀπὸ δὲ τοῦ παρακειμένου ἔθνους τὸ ὄνομα.