Ταῖς δʼ ἔκινῆσοιῆσοι ἔασιν Ἰωνίδες] Ταῖς Σποράσιν ἐπίκεινται αἱ Ἰωνίδες· οὐκ ἔχουσι δὲ τὴν ἐπιγραγὴν ἐν τῷ πίνακι. Ἥρης] Πάνυ γὰρ ἐν τῇ Σάμῳ ταύτῃ τιμᾶται ἡ Ἥρα. Ἐκαλεῖτο δὲ ἡ Σάμος Παρθενίη, ὅτι παρθένος οὖσα ἐκεῖ διέτριβε. Πελληναῖον ὄρος ἐστὶ τῆς Χίου. Λέγει δὲ πρὸς τὸ Πελληναῖον εἶναι οὐ τὴν νῆσον ἀλλὰ τὴν πόλιν. Ἐκεῖθι γὰρ ὑποτίθενται τὸν Ἀχιλλέα συνοικεῖν τῇ Διομήδη. Μακροβίων] Ἄποικοι γάρ εἰσιν οὗτοι τῶν ἐῴων Αἰθιόπων ἢ τῶν Ὑπερβορείων. Περὶ μὶν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἄτλαντος κατοικοῦσι οἱ θεοειδεῖς Αἰθίοπες, τῶν μακροβίων οἱ ἄψογοι υἱοί· οἵτινές ποτε μετὰ τὸν θάνατον τοῦ ἀγήνορος, ὃ ἔστι τοῦ αὐθάδους ἢ ὁπερηφάνου ἢ ἀλαζόνος, ὡς τῇ ἀνδρείᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν· ζῶντος μὲν γὰρ αὐτοῦ ἀοίκητος ἦν ἡ νῆσος διʼ αὐτόν. Τὸ δὲ βοοτρόφον Εὐρύθειαν διὰ τὰς ὑπὸ Ἡρακλέους ληφθείσας τοῦ Γηρύνος βοῦς· καὶ τὸ θεουδέες Αἰθιοπῆες ἢ διὰ τὸ μακροβίους εἰρῆσθαι τοὺς Ὑπερβορέους ἢ ὅτι ἀποχωρίζων αὐτοὺς, ὡς θεοειδεῖς, τῶν ἄλλων· ἄδικοι γάρ εἰσιν οἱ τῆς ἑσπερίας Αἰθιόπες. Τινὲς δὲ τὸ τῶν μακροβίων εἰρῆσθαι τῶν Ὑπερβορέων φασὶ, ἐπεὶ καὶ τούτων ὁ Καλλίμαχος (in Del. 282) ἱστορεῖ μακρὸν εἶναι τὸν χρόνον (λέγων) καὶ πολυχρονιώτατον. 561. Ὅτι περὶ τὴν καλουμένην Ἱερὰν ἄκραν αἱ Κασσιτερίδες νῆσοι τυγχάνουσι (περὶ τὴν Εὐρώπην). Εἰσὶ δὲ αἱ νῆσοι αἱ Κασσιτερίδες καλούμεναι τὸν ἀριθμὸν, δέκα, ἃν αὐτὸς ἑσπερίδας φησίν. Ἐκεῖ γὰρ ἡ τοῦ κασσιτέρου ὤφθη γένεσις. Παρακείμεναι γὰρ τῇ Σπανία ἡ Ὀργενία .