Πεκάρηθος] πόλις δέ ἐστι Θρᾳκικὴ, ἥτις σὐ κεῖται ἐν τῷ τῆς χωρογραφίας πάνακι. Ὠγυγίη] Ἐξ ἀρχῆς τὴν Δήμητραν μεγάλως ἐτίμων. Δημήτερος ἀκτή] Κάρπιμος γὰρ ἡ Θάσος, οἱονεὶ δάσος, καὶ τροπῇ τοῦ δ εἰς θ θάσος· ἐξ εὗ Θάσιος ὁ πλούσιος, πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος. Σάμος] Σάμοι τρεῖς, διάφοροι δὲ αὗται. Σάμος γὰρ Κεφαλληνίας, Σάμοι τῆς Ἰωνίσας, Σάμος Θρᾴκης ἡ καὶ Σαμοθρᾴκη καὶ Ἠλεκτρὶς ὀνομαζομίνη ἐκεῖ γὰρ Ἠλέκτρα ἡ Ἀτλαντιὰς τὸν Δάρδανον ἐγέννησε τῷ Διί. Τὸ Κυρβάντιον ἄστυ, τουτέστι ἡ Κυρβαντιὰς. Κυρβάντιον δέ ἐκλήθη ἄστυ ἀπὸ τοῦ ἐκεῖσε τῶν Κορυβάντων τελεῖσθαι μυστήριον. Αἳ δ᾿ Ἀσίης] αἱ προκείμεναι Ἀσίας Κυκλάδες εἰσί. Δυτικώτεραι γὰρ αὐτῆς εὑρίσκονται. Δεδόσθω γὰρ Ἀσίαν μέχρις ἐκεῖσε διήκειν. Τὸ λοιπὸν Αἰγαίου πελάγους ἐστὶ καὶ οὐκ ἔστιν Ἀσίας. Ἐν δὲ τῷ Αἰγαίῳ αἱ Κυκλάδες πρῶται. Πρώτην δὲ αἶσαν εἶπεν· προτίμησιν γὰρ εἶχον ὑπὲρ τὰς ἄλλας εἰς τὰς ἐν Δήλῳ ἐτησίους θυσίας. Ταύτας τὰς Κυκλάδας ἐπώκησαν οἱ Ἀθηναῖοι καὶ ἡγήσαντο τῶν μὲν εἰς Κέων Θερσιδάμας, εἰς δὲ Σίφνον Ἀλκήνωρ, εἰς δὲ Ἀμοργὸν Νάξιοι, εἰς δὲ Ἄνδρον Κύναιθος καὶ Εὐρύλοχος, εἰς δὲ Κύθνον Κέστωρ καὶ Κεφαλῆνος, εἰς δὲ Πάρον Κλύτιος καὶ Μέλας, εἰς δὲ Δῆλον Ἀντίοχος, εἰς δὲ Νάξον Ἀρχέρτιμος καὶ Τεῦκλος, εἰς δὲ Ῥηναίαν Δήλων, εἰς δὲ Σύρον Ἱππομέδων, εἰς δὲ Μύκονον Ἱπποκλῆς. Ἄλλως. Τελέσας τὴν Εὐρώπην σὺν τῇ Λιβύῃ μεταβαίνει ἐπὶ τὴν Ἀσίαν, καὶ πρῶτον ἔρχεται ἐκ τῶν Κυκλάδων. Ἀμφὶς δὲ ἀντὶ τοῦ περὶ αὐτὴν οὖσαι τὴν Δῆολν. Σποράδες] διὰ τὸ σποράδην κεῖσθαι, ἢ πρὸς ἀντιδιαστολὴν τῶν Κυκλάδων Σποράδες καλοῦνται. Εἰσὶ δὲ αὐταί· Δόνουσα τὴς Ναξίας ἐγγύς .