Τὸ δὲ Σούνιον τῆς Ἀττικῆς ἀκρωτήριον· καὶ « Σούνιον ἄκρον Ἀθηναίων » Ἀριστοφάνης. Ἅστυ Διωναίης Ἀφρ.] κιραστὶν αὐτὴν καλουμίνην ῷκισιν Ὕων Αἰγύπτιος, οὖ οἱὸς Κέττης ἄκαις τελευτᾷ. Κέφαλος δὲ ὁ Πανδίονος καὶ Ἕρσης εἰς τὴν Ἀσίαν οἰκῶν ἔσχε παῖδας Ἀῷον καὶ Πάφον, ὅς διαβὰς εἰς αὐτήν πόλιν κτίζει Πάφον, οὗ υἱὸς Κινύρας προσέσχε τὴν νῆσον καὶ Πυγμαλίων Φοίνιξ, οὗ θυγατέρα Θυμαρέτην γαμεῖ Κινύρας, καὶ ποιεῖ Ὀξύπορον καὶ Ἄδωνιν, ὃν ὑπὸ συὸς ἀποθανόντα λέγειν ἔπεισεν ὡς ἥρπασται ὑπὸ Ἀφροδίτης, καὶ πέμψας ἔθαψεν ἐν Βύβλῳ τῆς Φοινίκης παρὰ ποταμὸν, ὃς Ἄδωνις καλεῖται. Ἄλλως. Ἡ Κύπρος ἀνατολικωτέρα Ῥόδαυ· τὸ γὰρ πρὸς αὐγὰς πρὸς τὴν Ῥόδον ἐπανήγαγε πρὸς αὐγὰς οὖν τῆς Ῥόδου. Ἐκεῖ γὰρ συνακτέον. Παμφυλίουδὲ παῤ ὅσον εἰς Παμφν λίαν ἀποτερματίζεται ἡ θάλασσα. Τὴν δὲ μέτ᾿ ἀντολίηνδε] Ἐνταῦθα ψεύδεται· τῆς γὰρ Κύπρου οὐδὲ μία νῆσος ἀνατολικωτίρα κεῖται. Δεῖ οὖν, ὡς ὑπεδείξαμεν, ἀναστρέψαι τοὺς στόχους πρὸς τὸ σημαινόμενον. Εὐρώπης δ᾿ αἱ μὲν] Διεμέρισε τὰς τοῦ Αἰγαίου πόντου νήσους εἰς δύο, καὶ ἂς μέν φησι τῆς Εὐρώπης εἶναι, ἕσαι εἰς τὰ εὐώνυμα εἰσιόντι κεῖνται, ἂς δὲ τῆς Ἀσίας, ὅσαι ὁμοίως εἰς τὰ δεξιὰ κεῖνται. Ἀβαντιὰς ἔπλετο Μάκρις] τουτέστιν Εὔβοια. Οὕτω δὲ Μάκριν Ἀβαντιάδα φησὶ καὶ Καλλίμαχος (in Del. 20).