Ἀχελώῖος] Φασὶ γὰρ τὰς Ἐχινάδας, ὑπὸ τοῦ Ἀχελῴου κεχῶσθαι. Ἐχρηματίσθη ὃε τῷ Ἀλκμαίωνι νῆσον οἰκῆσαι, ἣν οὐκ εἶδεν ἥλιος. Ἀμνισοῖο] Ἀμνισὸς ποταμὸς Κρήτης· καὶ Ὅμηρος (Od. τ, 188)· « στῆσε δ᾿ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίας. Ἑτέρωθεν λέγει τὴν Κάρπαθον, διὰ τὸ βορείαν αὐτὴν κεῖσθαι. Ἡ γὰρ Αἴγυλα καὶ ἄλλαι πρὸς δύσιν τῆς Κρήτης κεῖνται, ἡ δὲ Κάρπαθος κατ᾿ ἀνατολὰς, τουτέστιν ἑτέρωθι τῆς δύσεως. Ἄλλως. Ἥ Κάρπαθος ἀνατολικωτέρα τῆς Κρήτης κεῖται διὸ καὶ τὸ ποτὶ ζόφον πρὸς βορρᾶν λέγει. Καὶ γὰρ Ὅμηρος (Od. ι, 23.) τὴν Ἰθάκην καὶ τὰς περὶ αὐτὴν νήσους πρὸς ζόφον εἶπε κεῖσθαι αὕτη δὲ πρὸς βορρᾶν αὐτῶν κεῖται. Ὅμηρος· αὐτή δὲ χθαμαλή πανυπερτάτη εἰν ἁλὶ κεῖται, πρὸς ζόφον· αἱ δὲ τʼ ἄνευθε πρὸς ἠῶ τ᾿ ἠελιον τε. Ἄντα δὲ πέζης] Καταβαίνει ἐπὶ τὰ ἑξῆς τῆς Ῥόδου τὰ πρὸς ἕω κείμενα. Παρίησι δὲ αὐτῶν τὰ ὁρώμενα καὶ ἀνώτερα. Ἡ δὲ Ἰηλυσὸς πόλις Ῥόδου ἐςτίν. Ὀξυτόνως δὲ ἀναγνωστέον. Καὶ Ὅμηρος Λίνδον Ἰηλυσόν τι.